# Fragmenta 1-3

Polemo Iliensis, Fragmenta, 1 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/1

Πολέμων δ ̓ ἐν πρώτῃ Περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως οὐδετέρως ὠνόμασεν (τὰ θηρίκλεια) εἰπών· «Τὰ χρυσᾶ θηρίκλεια ὑπόξυλα Νεοπτόλεμος ἀνέθηκεν.» Λυκιουργεῖς· φιάλαι τινὲς οὕτω καλοῦνται ὑπὸ Λυκίου τινὸς τοῦ κατασκευασαμένου ... Μνημονεύει Δημοσθένης (C. Timoth. § 31). . . λέγων οὕτως· «φιάλας Λυκιουργεῖς δύο» ... Ὅπερ ἐξηγούμενος Δίδυμος ὁ γραμματικὸς, τὰς ὑπὸ Λυκίου (vg. Λύκωνος) φησὶ κατεσκευασμένας Ἦν δὲ οὗτος τὸ γένος Βοιώτιος ἐξ Ἐλευθερῶν, νἱὸς Μύρωνος τοῦ ἀνδριαντοποιοῦ, ὡς Πολέμων φησὶν ἐν πρώτῳ Περὶ ἀκροπόλεως. Νεμέας αὐλητρίδος μνημονεύει Ὑπερίδης ἐν τῷ Κατὰ Πατροκλέους, εἰ γνήσιος. Ὁ δὲ Πολέμων ἐν τοῖς Περὶ ἀκροπόλεως παρατίθεται ψήφισμα καθ ̓ ὃ ἀπείρητο Ἀθήνησιν ὄνομα πεντετηρίδος τίθεσθαι δούλῃ ἢ ἀπελευθέρᾳ ἢ πόρνῃ ἢ αὐλητρίδι. Ἄξιον οὖν ἀπορῆσαι πῶς οὕτως ὠνομάζετο ἡ αὐλητρίς. Καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερίδης μνημονεύει ἐν τῷ Κατὰ Πατροκλέους. Περὶ ἧς ἄξιον θαυμάζειν, πῶς περιεῖδον Ἀθηναῖοι οὕτω προσαγορευομένην τὴν πόρνην, Πανηγύρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένην· κεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς Περὶ ἀκροπόλεως.

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
