# Fragmenta 100-102

Polemo Iliensis, Fragmenta, 100 to 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/100

Ἠλιθιώτερος Πραξίλλης Ἀδώνιδος. Πράξιλλα Σικυωνία μελοποιὸς ἐγένετο, ὥς φησι Πολέμων. Αὕτη ἡ Πράξιλλα τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰσάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τίκάλλιστον καταλιπὼν ἥκει; ἀποκρίνασθαι· ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. Ὅθεν εἰς παροιμίαν παρήχθη ὁ λόγος· ἠλίθιον γὰρ τὸ τῷ ἡλίῳ παραβάλλειν τοὺς σικύους. Ὅτι παροιμίαν εἶναί φησι τὸν δεξιὸν ὑποδεῖσθαι πόδα, τὸν δ ̓ ἀριστερὸν νίζειν· φησὶ γὰρ ὁ Πολέμων, ὡς μαρτυρεῖ Δίδυμος· «δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα.» Καὶ βασιλεῦσι δὲ αὐτὸν (sc. τὸν Κρόνον) ἡ ἱστορία παραδίδωσι ... κατά τε τὴν Λιβύην καὶ Σικελίαν, [οἰκίσαι τε τοὺς τό]πους καὶ [πόλ]ιν κτίσαι, ὡς ὁ Χάραξ φησὶ, τ[ὴν τότε μὲν λεγ]ομένην Κρονίαν, νῦν δὲ Ἱερὰν πόλιν, ὡ[ς Ἰ]σίγον[ος περὶ Ἑλλην]ικῶν θεῶν καὶ Πολέμων καὶ Αἰσχύλος ἐν τῇ Αἴτνῃ π[αραδιδόασιν].

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
