# Fragmenta 11-16

Polemo Iliensis, Fragmenta, 11 to 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/11

Λέγει δὲ ὁ Πολέμων ἐν τῇ Ἑλληνικῇ ἱστορίᾳ ὅτι ἤρισαν καὶ περὶ τοῦ Ἄργους Ποσειδῶν καὶ Ἥρα, καὶ ἡττήθη κἀκεῖ (sc. Ποσειδῶν). Σύμβολα μέντοι οὐκ ἔδειξαν οἱ *** ἐν Ἀθήναις. οἷον Ἀργεῖοι παλαιότατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶναι]: Τοῦτο ἐπὶ τῶν Ἀργείων εἰσήγαγεν, ἐπειδὴ καὶ Ἀργείους οἶδε [μέγα add. Preller.] φρονοῦντας, ὡς ἐν τῇ Ἀργείᾳ οπαρέντος τῶν πυρῶν σπέρματος, ἐκ Λιβύης Ἄργου μεταπεμψα· μένου· διὸ καὶ Δήμητρος Λιβύσσης (sic Wyttenb.; Λιβύης libri) ἱερὸν ἵδρυσεν ἐν τῷ Ἄργει, ἐν Χαράδρᾳ οὕτω καλουμένῳ τόπῳ, ὥς φησι Πολέμων. Καὶ Ἑλλήνων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς (se. τοῦ Ὠγύγου) χρόνους γενέσθαι Μωυσέα· Πολέμων γὰρ ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγει· «Ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν, »οὗτοι δηλονότι οἱ μετὰ Μωυσέως. Δημήτριος δ ̓ ὁ πολιορκητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν; Τὴν δὲ Λάμιαν Πολέμων φησὶν ἐν τῷ Περὶ τῆς ἐν Σικυῶνι ποικίλης στοᾶς θυγατέρα μὲν εἶναι Κλεάνορος Ἀθηναίου, κατασκευάσαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν. Καὶ Θηβαῖοι δὲ κολακεύοντες τὸν Δημήτριον, ὥς φησι Πολέμων ἐς τῷ Περὶ τῆς Ποικίλης ἐν Σικυῶνι, ἱδρύσαντο ναὸν Ἀφροδίτης Λαμίας. Ἐρωμένη δ ̓ ἦν αὕτη τοῦ Δημητρίου, καθάπερ καὶ ἡ Λέαινα. Οὐκ ἂν ἁμάρτοι δέ τις σὲ καὶ πορνογράφον καλῶν, ὡς Ἀριστείδην καὶ Παυσανίαν, ἔτι δὲ Νικοφάνη, τοὺς ζωγράφους. Μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ Περὶ τῶν ἐν Σικυῶνι πινάκων.

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
