# Fragmenta 21-24

Polemo Iliensis, Fragmenta, 21 to 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/21

Περὶ δὲ τῆς ἀπήνης Πολέμων φησίν· «Ἤγετο δὲ ἐν Ὀλυμπίᾳ ἀπήνης ἀγὼν, καί εἰσιν οἱ ἀγωνισάμενοι ἡμίονοι.» Καταλυθῆναι δὲ τοῦτο τὸ ἀγώνισμα κατὰ τὴν ὀγδοηκοστὴν τετάρτην Ὀλυμπιάδα, καὶ εἶναι τρισκαίδεκα νίκας. Τὴν δὲ ἀπήνην λέγεσθαι ὑπὸ Τεγεατῶν φησιν ὁ Πολέμων, οἱ δὲ Θετταλῶν εἶναι τὴν λέξιν. πώλους Ἐνέτας] Ταῦτα ἀνακεχρόνισται· οὐδέπω γὰρ Ἕλληνες Ἐνέταις ἐχρῶντο ἵπποις· οἱ γὰρ Ἐνέται Παφλαγονίαν προτερον οἰκοῦντες ὕστερον ἐπὶ τὸν Ἀδρίαν διέβησαν, Λέων δὲ πρῶτος Λακεδαιμόνιος πθ' (πε' Eustath.) ὀλυμπιάδι ἐνίκησεν Ἐνέταις ἵπποις, ὡς Πολέμων ἱστορεῖ, καὶ ἐπέγραψε τῇ εἰκόνι· «Λέων Λακεδαιμόνοις ἵπποισι νικῶν Ἐνέταις, Ἀντικλείδα πατήρ (πατρόν̣ Prell.).» Καὶ ἔστι περὶ τὸν Ἀδρίαν Διομήδεια νῆσος ἱερὰ, ἐν ᾗ τιμᾶται ὡς θεός (sc. Διομήδης) ... Καὶ Πολέμων ἱστορεῖ· «Ἐν μὲν γὰρ Ἀργυρίπποις ἅγιόν ἐστιν αὐτοῦ ἱερόν, »καὶ ἐν Μεταποντίῳ δὲ διὰ πολλῆς αὐτὸν αἴτὸν αἴρεσθαι τιμῆς ὡς θεὸν, καὶ ἐν Θουρίοις εἰκόνας αὐτοῦ καθιδρύσθαι ὡς θεοῦ. Πολέμων δὲ καὶ τὴν Ἀθηνᾶν ὑπὸ Ὀρνύτου τρωθῆναι λέγει.

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
