# Fragmenta 42-44

Polemo Iliensis, Fragmenta, 42 to 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/42

Οὐ γὰρ σπένδεται οἶνος αὐταῖς (Furiis), ἀλλ ̓ ὕδωρ, καὶ νηφάλιαι καλοῦνται αἱ σπονδαὶ αὐτῶν. Πολέμων δὲ ἐν τῷ Πρὸς Τίμαιον καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γενέσθαι, γράφων οὕτως· «Ἀθηναῖοί τε γὰρ ἐν τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι νηφάλια μὲν ἱερὰ θύουσι Μνημοσύνῃ Μούσῃ, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ Οὐρανίᾳ.» Νηφάλιος θυσία παρὰ Ἀθηναίοις ἐτελεῖτο Μνημοσύνῃ, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ Οὐρανίᾳ, ὥς φησι Πολέμων. Ἕρμων δ ̓ ἐν Κρητικαῖς γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. Πολέμων δ' ἐν πέμπτῳ τῶν Πρὸς Τίμαιον ἄνθους γένος τὸ λέμων δ ̓ ἐν πέμπτῳ τῶν Πρὸς Τίμαιον ἄνθους γένος τὸ καδύμαλον εἶναί τινας ἱστορεῖν. Ἐξ Ὑκκάρων ... αἰχμάλωτος γενομένη (sc. ἡ Λαίς) ἧκεν εἰς Κόρινθον, ὡς ἱστορεῖ Πολέμων ἐν τῷ ἕκτῳ τῶν Πρὸς Τίμοιον.

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
