# Fragmenta 45.1

Polemo Iliensis, Fragmenta, Dfhg-Source dfhg3_POLEMO_ILIENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/45.1

Πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν ... ἐνδοξότατος δ ̓ ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. Οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σώζεται αὐτοῦ τῶν παρῳδιῶν βιβλία τέσσαρα. Μνημονεύει δ ̓ αὐτοῦ Τίμων ἐν τῷ πρώτῳ τῶν Σίλλων. Πολέμων δ ̓ ἐν τῷ δωδεκάτῳ τῶν Πρὸς Τίμαιον περὶ τῶν τὰς παρῳδίας γεγραφότων ἱστορῶν τάδε γράφει· «Καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονότας. Εὑρετὴν μὲν οὖν γένους Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. Λέγει γὰρ οὗτος ἐν ταῖς ἑξαμέτροις· Μοῦσά μοι Εὐρυμεδοντιάδεα τὴν ποντοχάρυδδιν τὴν ἐγγαστριμάχαιραν, ὅς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφ ̓ ὅπως ψηφῖδι κακῇ κακὸν οἶτον ὅληται, βουλῇ δημοσίῃ παρὰ θῖν ̓ ἁλὸς ἀτρυγέτοιο. Κέχρηται δὲ καὶ ὁ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τινι τῶν δραμάτων ἐπ ̓ ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις, καὶ τῶν κατ ̓ αὐτὸν Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. Λέγει γὰρ οὕτως· Ἐς δὲ Θάσον μ ̓ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι σπελέθοισι, καὶ ὦδέ τις εἶπε παραστάς· Ὧ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ ̓ ἀνέπεισεν ἐς καλὴν κρηπῖδα ποσὶν τοιοῖσδ ̓ ἀναβῆναι; τοῖσι δ ̓ ἐγὼ πᾶσι σμικρὸν μετὰ τοῦτ ̓ ἔπος εἰπον· Λἦμμ ̓ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ ̓ ἀναβῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς όλκάδα βάλλει εὐκούρων βδελυρῶν, ἀλλύντων τ ̓ ὀλλυμένων τε ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν· οἶς καὶ ἐγὼ μετὰ τοῖς σίτου χρῄζων ἐπίθησα. Αὖθις δ ̓ οὐκ ἐπὶ κέρδος ἀποίσομαι, εἰς Θασίους δὲ μηδὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω. Μή τις μοι κατὰ οἶκον Ἀχαῖάδνω νεμεσήσῃ πεσσομένης ἀλόχου τὸν ἀχύρμιον ἄρτον ἐν οἴκοις, καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ ̓ ἐσιδοῦσα· ὡς Φιλίων Ὁρμὴν παρ ̓ Ἀθηναίοισιν ἀείσας πεντήκοντ ̓ ἔλαβε δραχμὰς, σὺ δὲ μικρὸν ἐπεμψω. Ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη χρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ τε φωνῇ· Δεινὰ παθοῦσα Φακῆ βδελυρὴ χώρ ̓ εἰς τὸν ἀγῶνα. Καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον. Πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής. Τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρ ̓ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ. Γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν ἐπιγράφουσι Φιλίννην. Ὁ δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασι χαρίεντα· περὶ μὲν τῆς τῶν βαλανέων μάχης· βάλλον δ ̓ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν (f. ἀγγείοισιν [Schw.). Περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν· μήτε σὺ τονδ ̓ ἀγαθός περ ἐὼν ἀποαίρεο κουρεῦ, μήτε σὺ Πηλείδη. Ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώταις, Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδιοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ· Ὡς Ἀγαθοκλῆος λάσιαι φρένες ἤλασαν ἔξω πατρίδος. Ἀρχαίων ἦν ὅδ ̓ ἀνὴρ προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν ξεῖνος· Μιμνέρμου δ ̓ εἰς ἔπος ἄκρον ὼν παιδομανεῖ σὺν ἔρωτι πότ ̓ ἦν ἵσον· ἔγραφε δ ̓ ὡνὴρ εὖ, παρ ̓ Ὅμηρείην ἀγλαίην ἐπέων, πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην, φλύων ἀνθηρῇ σὺν κακοδαιμονίῃ, τοῖα Συρηκοσίοις καὶ ἔχων χάριν· Βς δὲ Βοιωτοῦ ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ ̓ ὀλίγον.»

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
