# Fragmenta 50-55

Polemo Iliensis, Fragmenta, 50 to 55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/50

Δευτερόποτμος, ὁ ὑπό τινων ὑστερόποτμος· οὕτω δὲ ἔλεγον ὁπόταν τινὶ ὡς τεθνεῶτι τὰ νομιζόμενα ἐγένετο καὶ ὕστερον ἀνεφάνη ζῶν. Ὁ δὲ Πολέμων καὶ ἀπειρῆσθαι τοῖς τοιούτοις εἰσιέναι εἰς τὸ ἱερὸν τῶν Σεμνῶν φησι θεῶν. Βίῃφι (βίηφι ed. Hack.), δύναμις, βία, ὡς Πολέμιων ἐν Ἐρατοσθένους ἐπιδημίᾳ. Ἐφωδίων. Ἐρατοσθένης διὰ τοῦ τ Ἐφωτίων ἀναγράφει, Μαινάλιον, περιοδονίκην, παγκρατιαστήν· ὁ δὲ Πολέμων διὰ τοῦ δ. Διαβόητα δ ̓ ἐστὶ καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα, κ. τ. λ. (Vide Neanthis fr. 24.) Οὐκ ἀγνοῶ δὲ, ὅτι τὰ περὶ Κρατίνου καὶ Ἀριστοδήμου πεπλάσθαι φησὶ Πολέμων ὁ περιηγητὴς ἐν ταῖς Πρὸς τὸν Νεάνθην ἀντιγραφαῖς. Σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξαπατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰκήσοντα ἀποπέμψω, ὡς Πολέμων ὁ περιηγτὴς Ἴστρον, τὸν Καλλιμάχειον συγγραφέα, εἰς τὸν ὁμώνυμον κατεπόντου ποταμόν. Ἐν Ἀθήναις φασὶν εὑρῆσθαι τὴν παλαιστρικὴν ὑπὸ Φόρβαντος τοῦ παιδοτρίβου Θησέως. Φερεκύδης δὲ (fr. 108) ἡνίοχον τὸν Φόρβαντά φησι Θησέως, σὺν ᾧ καὶ τὴν Ἀμαζόνα ἁρπάζει. Καὶ Πολέμων δὲ ἱστορεῖ πάλην εὑρηκέναι Φόρβαντα Ἀθηναῖον, ὅτι δὲ Θησεὺς παρ ̓ Ἀθηνᾶς ἔμαθε πάλην Ἴστρος (fr. 23) ἱστορεῖ.

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
