# Fragmenta 62-72

Polemo Iliensis, Fragmenta, 62 to 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/62

Πολέμων δ ̓ ἐν ἕκτῳ τῶν Πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει· τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι. Πολέμων δ ̓ ἐν τοῖς Πρὸς Ἀντίγονον περὶ ζωγράφων φησίν· «Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἱππεὺς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας, χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.» Πολέμων δ ̓ ἐν τοῖς Πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ, μύρον τι πλαγγόνιον καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλαγγόνος. Ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησιν. Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποωντίδος, ἀφ ̓ ἧν ὁ φυλέτης Ἀζηνιεύς. Καὶ Ἀζηνιεῖς καὶ Ἐρχιεῖς καὶ Ἀλιεῖς (Ἁλ. Libri) καὶ πάντα τὰ ὅμοια δασέως φασὶ φθέγγεσθαι τοὺς Ἀττικοὺς τοὺς παλαιούς. Πολέμων ἐν τοῖς Πρὸς Ἀδαῖον καὶ Ἀντίγονον. Καὶ Ἀνδροκύδης δ ̓ ὁ Κυζικηνὸς ζωγράφος, φίλυχθυς ὥν, ὡς ἱστορεῖ Πολέμων, ἐπἲ τοσοὺτον ἦλθεν ἡδυπαθείας, ὡς καὶ τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι. Θεόδωροι δὲ γεγόνασι εἴκοσι· ... δωδέκατος ζωγράφος, οὗ μέμνηται πολέμων. Γεγόνασι δὲ Βίωνες δέκα ... ὄγφοος Μιλήσιος ἀνδριαντοποιὸς, οὗ μέμνηται καὶ Πολέμων. Γεγόνασι δὲ Δημήτριοι ἀξιόλογοι εἴκοσι ... πέμπτος ἀνδριαντοποιὸς, οὗ μέμνηται Πολέμων. Πρὸς τούτοις τοῖς ὀψοφάγοις οἶδα καὶ τὸν παρ ̓ Ἠλείοις τιμώμενον ὀψοφάγον Ἀπόλλωνα. Μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ Πρὸς Ἄτταλον ἐπιστολῇ. Πολέμων δὲ κεχηνότος Ἀπόλλωνος οἶδεν ἄγαλμα, καὶ ὀψοφάγον πάλιν Ἀπόλλωνος ἄλλο ἐν Ἤλιδι τιμώμενον. Διόνυσον ἤδη σιωπῶ τὸν χοιροψάλαν· Σικυώνιοι τοῦτον προσκυνοῦσιν, ἐπὶ τῶν γυναικείων τάξαντες τὸν Διόνυσον μορίων. Χοιροψάλας Διόνυσος ἐν Σικυῶνι [τῆς ἐπιστολῇ. Ἔστι δὲ μεταλαμβανόμενον ὁ τὸν χοῖρον ψάλλων τοῦτ ̓ ἔστι τίλλων. Χοῖρος δὲ γυναικεῖον αἰδοῖον.

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
