# Fragmenta 78

Polemo Iliensis, Fragmenta, Dfhg-Source dfhg3_POLEMO_ILIENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/78

Τὸ δὲ τοῦ παρασίτου ἔνομα πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερόν. Πολέμων γοῦν — ὁ εἴτε Σάμιος ἢ Σιπυώνιος εἴτ ̓ Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς ὁ Μοψεάτης Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ ̓ ἄλλων πόλεων· ἀπεκαλεῖτο κὲ καὶ Στηλοκόπας, ὡς Ἡρόδικος ὁ Κρατήτειος εἴρηκε — γράψας περὶ παρασίτων φησὶν οὕτως· «Τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. Ἐν Κυνοσάργει μὲν οὖν ἐν τῷ Ἡρακλείῳ στήλη τίς ἐστιν, ἐν ᾗ ψήφισμα μὲν Ἀλκιβιάδου, γραμματεὺς δὲ Στέφανος Θουκυδίδου· λέγεται δ ̓ ἐν αὐτῷ περὶ τῆς προσηγορίας οὕτως· «Τὰ δὲ ἐπιμήνια θυέτω ὁ ἱερεὺς μετὰ τῶν παρασίτων. Οἱ δὲ παράσιτοι ἔστων ἐκ τῶν νόθων καὶ τῶν τούτων παίδων κατὰ τὰ πάτρια. Ὃς δ ̓ ἄν μὴ θέλῃ παρασιτεῖν, εἰσαγέτω καὶ περὶ τούτων εἰς τὸ δικαστήριον.» Ἐν δὲ τοῖς κύρβεσι τοῖς περὶ τῶν Δηλιαστῶν οὕτως γέγραπται· «Καὶ τὼ κήρυκε ἐκ τοῦ γένους τῶν κηρύκων τοῦ τῆς μυστηριώτιδος. Τούτους δὲ παρασιτεῖν ἐν τῷ Δηλίῳ ἐνιαυτόν.» Ἐν δὲ Παλληνίδι τοῖς ἀναθήμασιν ἐπιγέγραπται τάδεε· «Ἄρχοντες καὶ παράσιτοι ἀνέθεσαν οἱ ἐπὶ Πυθοδώρου ἄρχοντος στεφανωθέντες χρυσῷ στεφάνῳ ἐπὶ Διφίλης ἱερείας. ** Παράσιτοι Ἐπίλυκος Στραττίου Γαργήττιος, Περικλῆς Περικλείτου Πιτθεύς, Χαρῖνος Δημοχάρους Γαργήττιος. «Κἀν τοῖς τοῦ βασιλέως δὲ νόμοις γέγραπται· «θύειν τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους.»

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
