# Fragmenta 80-82

Polemo Iliensis, Fragmenta, 80 to 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/80

Πολέμων δὲ ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων περὶ Ἠλείων λέγων παρατίθεται τόδε τὸ ἐπίγραμμα· Ἠλις καὶ μεθύει καὶ ψεύδεται· οῖος ἑκάστου οἶκος, τοίη δὴ καὶ συνάπασα πόλις. Νῦν τοῦ. Ἐν Ἀττικῇ (sc. Κηφισσοῦ) μνημονεύει. Ἔστι γὰρ καὶ ἕτερος ὁμώνυμος ἐν Βοιωτίᾳ. Εἰσὶ δὲ καὶ ἕτεροι, καθά φησι Πολέμων ἐν τῷ Περὶ ποταμῶν, γράφων οὕτως· «Ἐν Ἀθήνησί τε Κηφισσὸς καὶ ἐν Σικυῶνι καὶ ἐν Ἄργει**.» Καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ Περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν. Καὶ Ἐπίχαρμος δ ̓ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει· Αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ ̓, ἐνῆν δὲ σκιαθίδες.

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
