# Fragmenta 89-2-99

Polemo Iliensis, Fragmenta, 89 to 99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polemo-iliensis/fragmenta/89-2

... ἔστι δὲ καὶ ὄνομα τυράννου Μεσσαπίων, ὃν καὶ πρόξενον Ἀθηναίους ποιήσασθαί φησι Πολέμων. Πολέμων γάρ φησι παρὰ Χίοις μὲν τὸν Διόνυσον δεδέσθαι καὶ παρ ̓ Ἐρυθραίοις δὲ τὸ ἕδος τῆς Ἀρτέμιδος, καὶ ὅλως πολὺν κατεσπάρθαι λόγον περὶ τῶν ἀγαλμάτων ὡς μὴ μενόντων, ἀλλὰ πορευομένων ἄλλοσε πολλάκις. Πολέμων δέ φησι τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαἶδας καλεῖν. Καὶ περὶ τὸν Ἰνδὸν δέ φησι ποταμὸν γίνεσθαι τὴν κυνάραν. Καὶ Σκύλαξ δὲ ἢ Πολέμων γράφει· «εἶναι μὲν τὴν γῆν ὑδρηλὴν κρήνῃσι καὶ ὀχετοῖσιν, ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνη ἄλλη, »καὶ ἐν τοῖς ἑξῆς· «ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ ἔνθεν καὶ ἔνθεν ὑψηλόν τε καὶ δασὺ ἀγρίῃ ὕλῃ καὶ ἀκάνθῃ κυνάρᾳ.» μακάρων νῆσος ... Ἄλλοι, κεκεραυνωμένον χωρίον ἢ πεδίον. Τὸ δὲ τοιαῦτά ἐστιν ἄβατα, καλεῖται δὲ καὶ ἐνηλύσια. Πολέμων δὲ Ἀθηναίους φησὶ καὶ ἄλλοι τινὲς (ἄλλους τινὰς conj. Küster.) τὸ κατασκηφθὲν (κατασκαφὲν. Cod.) χωρίον ἢ ἱερόν. Πολέμων (sic Valesius; codex: pole, supra scripto μ'), ἀγγεῖον χαλκοῦν, ἔχον ἐπὶ τοῖς χείλεσι πρόσωπα, ἐν ᾧ τὰ ἱερὰ ἔπεμπον. τῶν τραγικῶν τι ἐγχειρίδιον ἐκαλεῖτο, ὡς Πολέμων φησὶ, τὸ συντρέχον ἐν Αἴαντος ὑποκρίσει. Πολέμων παρὰ Ἑρμοδώρῳ γεγράφθαι φησί· «ὑποδήματα δὲ φορεῖν τὴν ἐλευθέρην Σκυδικὰς λευκὰς καὶ μασθλητίνας.» Ἡδύπνουν, νεογνὸν καὶ ἁπαλὸν πρόβατον, γαλαθηνὸν, τὸ μήπω πόας γευσάμενον. Πολέμων φησὶν ὑπὸ τοῦ Πυθίου κληθῆναι. Ἵππος Νισαῖος. Μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστιγώνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῖσος καλεῖται· ἐνταῦθα ἵπποι διάφοροι γίνονται. Οἱ δὲ, ἀπὸ Ἐρυθρᾶς θαλάσσης, εἶναι δὲ ξανθὰς πάσας. Ὁ δὲ Ἡρόδοτος τῆς Μηδίας λευκὸν ἵππον Νισαῖον. Προάγεται (Δίδυμος) Ἀριστοτέλην, Φύλαρχον, Πολέμωνα, ὅτι πολὺ διαφέρουσι.

---

POLEMO ILIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0586.tlg001.local002/.
