Ancient Greek · ~2 min
16. Φαντασία ὀλιγότητος.
Polyaenus, Excerpta Polyaeni 16. Φαντασία ὀλιγότητος.
Not analysed yet
Ὅτι ἐν μὲν ναυσὶ χρὴ συζεῦξαι τὰς ναῦς καὶ κατὰ δύο ἓν ἱστίον ἐξαρτῆσαι. Ὅτι Καῖσαρ πολεμῶν Γαλάταις καὶ βουλόμενος δόξαν ἐμποιῆσαι, ὡς ὀλιγωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον διετείχισεν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλαβόμενος μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο· ἐκ δὲ τοῦ χάρα- κος προελθόντες ὀλίγοι ἱππεῖς καὶ τοὺς πολεμίους ἐκκαλού- μενοι σκιρτῶντες ἐπαναστῆναι προυτρέψαντο. αὐτὸς δὲ ἐξαί- φνης προσπεσὼν κατὰ νώτου καὶ ἐν μέσῳ τοὺς βαρβάρους καταλαβὼν τοὺς πλείονας διέφθειρεν.