Ancient Greek · ~5 min
25. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν.
Polyaenus, Excerpta Polyaeni 25. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν.
Not analysed yet
Ὅτι Ἀλκιβιάδης Λακεδαιμονίων πολιορκούντων τὰς Ἀθήνας βουλόμενος τοὺς ἰδίους καὶ φύλακας ἀγρύπνους κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα, ὅς δʼ ἂν μὴ ἀντανά- σχῃ ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον, ἀφορῶντες πάντες εἰς τὴν ἀκρό- πολιν. Ὅτι Ἐπαμινώνδας βουλόμενος προσβαλεῖν ἐς μονα, ἐπειδὴ τὸ Ὅνειον κατεῖχε φυλακὴ, ἐνδειξάμενος ὡς μέλλων νυκτὸς παριέναι τὸ στράτευμα κατεκοίνμισεν. οἱ δὲ τὴν πάροδον φρουροῦντες ἐν τοῖς ὅπλοις τὴν νύκτα ὅλην ἐταλαιπώρησαν ἐγρηγορότες. ἐπεὶ δὲ ὑπέλαμψεν ἕως, ἀνα- στήσας τὸ στρατόπεδον Ἐπαμινώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως κατῆλθεν. Ὅτι Ἀννίβας ἐν τῇ Καμπανῶν Ῥωμαίους κατεστρατήγησεν τούτῳ τῷ τρόπῳ. χειμῶνος ὄντος παρήγγειλεν Ἀννίβας· ὅταν σημάνῃ τὸ πολεμικὸν, καθεύδετε, ὅταν τὸ ἀνακλητικὸν, ἔξιτε. ἀμφὶ δευτέραν φυλακὴν ἐσήμανε τὸ πολεμικόν· Ῥωμαῖοι καταπλαγέντες ἐν τοῖς ὅπλοις ἦσαν. πάμπολυ διαλιπὼν Ἀννίβας τὸ ἀνακλητικὸν ἐσήμανε· Ῥωμαῖοι ταλαιπωρήσαντες τῷ χειμῶνι καὶ τῇ ἀγρυπνίᾳ ἀναχωρήσαντες κατηνέχθησαν εἰς ὕπνον. Ἀννίβας ἐπιπεσὼν πάντας διέφθειρεν. Ὅτι Ἀννίβας περὶ Κασιλῖνον νυκτὸς χεινμερίου γενομέ- νης διελὼν εἰς μέρη προσήγαγε τὴν δύναμιν παραγγείλας, ἐπειδὰν πρῶτον σημάνῃ τὸ πολειμικὸν, τὸ πρῶτον μέρος προσ- βαλεῖν, ὅταν δὲ οἱ σαλπιγκταὶ τὸ ἀνακλητικὸν σημάνωσι, τῶν προτέρων παυσαμένων τοὺς δευτέρους προσβαλεῖν καὶ ἐφεξῆς τὸ τρίτον καὶ τέταρτον. καὶ τῷ τοιούτῳ τρόπῳ ἐνίκησεν.