Ancient Greek · ~1 min
27. Πανικοῦ φόβου λύσις.
Polyaenus, Excerpta Polyaeni 27. Πανικοῦ φόβου λύσις.
Not analysed yet
Ὅτι Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στρά- τευμα κατελάμβανον· ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο θόρυβος, μηδένα ὀρθὸν ἀνίστασθαι, ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναι- ρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας κατα- φρονεῖν νυκτερινοῦ φόβου. καὶ οὕτως ἐπαύσαντο ἀναπη- δῶντες καὶ ταραττόμενοι.