Ancient Greek · ~7 min
32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι.
Polyaenus, Excerpta Polyaeni 32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι.
Not analysed yet
Ὅτι Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύονται πλεῖν ἔφʼ Ἑλλήσποντον καὶ τὸ ζεῦγνμα λύειν, ἵνα βασιλεὺς μὴ φύγοι. Θεμιστοκλῆς ἀντιβουλεύεται, ὅτι ὁ βασιλεὺς ἀπο- ληφθεὶς ἀναμαχήσεται τάχα. πολλάκις δὲ ἀπόνοια δίδωσιν ὅσα μὴ ἔδωκεν ἀνδρεία. καὶ διʼ αὐτομόλου ἤγγειλεν τῷ βασιλεῖ, ὡς, εἰ μὴ ἀναζεύξοι, ἡ γέφυρα τοῦ Ἑλλησπόντου διαλύεται. ὁ δὲ φυγὼν ᾤχετο, Θεμιστοκλῆς δὲ τοῖς Ἕλλησιν ἐφύλαξε τὴν νίκην ἀκίνδυνον. Ὅτι Ἀγησίλαος ἐν Κορωνείᾳ Ἀθηναίους ἐνίκησεν. ἤγ- γελλέ τις· οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεών. ᾿ὁ δὲ προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι ὅποι βούλοιντο, σφαλερὸν ἡγούμενος συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας ἀναμαχομένοις. Ὅτι ὁ αὐτὸς Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λακω- νικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς ἠγωνίζοντο, καὶ φόνος ἦν ἀμφοτέρων πολύς. Ἀγησίλαος παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας διαστῶμεν. ᾿οἱ μὲν διέστησαν, Θηβαῖοι δὲ διαδραμόντες ἔφευγον. Ἀγησίλαος κατὰ τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο καὶ οὐκέτι φόνος ἦν ἀμφοτέ- ρων, ἀλλὰ μόνον τῶν φευγόντων. Ὅτι ὁ αὐτὸς Μεσσηνίους ἰδὼν ἔξω τῆς πόλεως μετὰ γυναικῶν καὶ παίδων παραταξαμένους ἀνέζευξεν ὡς ἀπεγνω- κότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειότερον μαχομένων. Ὅτι Ἰφικράτης νύκτωρ κατελάβετο πολειμίων πόλιν. οἱ δὲ συνέφευγον εἰς τὴν ἀγορὰν καὶ πλῆθος ἡθροίζετο. Ἰφι- κράτης ἀνοίγειν ἐκέλευσεν τὰς πύλας παρασχὼν αὐτοῖς ἀφορ- μὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδύνως κρατήσῃ. Ὅτι Σκύθαι τὴν Ἀσίαν κατέτρεχον. αἱ Σκυθίδες γημά- μεναι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι τοὺς δεσπότας οὐκ ἐδέξαντο· πόλεμος ἦν. οἱ μὲν οἰκέται φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι, Σκύθης δὲ ἀνὴρ δείσας αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευεν, ὅπλα μὲν καὶ τόξα καταβαλεῖν, μάστιγας δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέ- τας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμη- σαν, οἱ δὲ τὸ συνειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα φεύγοντες ᾤχοντο.