Ancient Greek · ~6 min
40. Περὶ προδοτῶν.
Polyaenus, Excerpta Polyaeni 40. Περὶ προδοτῶν.
Not analysed yet
Ὅτι καὶ κύνες ἀφέμενοι πολλάκις ἐλέγχουσι τοὺς προ- δότας. Ὅτι Ἰφικράτης ἐν Χίῳ τοὺς λακωνίζοντας ἐλέγξαι μενος ἐνίους τῶν τριηραρχῶν ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθ᾿ ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακωνικῷ. οἱ μὲν οὖν λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον. ὁ δὲ κυκλωσάμενος αὐτοὺς καὶ τοὺς ἀπὸ τῆς πόλεως προσελθόντας συνέλαβέν τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν. Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως πτεύσαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ διαπολιτευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπιλαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μεχρὶ τῆς ἐκκλησίας κακεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδίζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν. Ὅτι Δατάμης ὁρῶν ἀπόμοιράν τινα τῶν αὑτοῦ ἱππέων τοῖς πολεμίοις προστεθεῖσαν ἔπεισεν τοὺς πεζοὺς αὑτοῦ, ὡς αὐτὸς εἴη τούτους ἀπεσταλκὼς χάριν προδοσίας τῶν πολε- μίων. οἱ δὲ θαρρήσαντες καὶ γενναιότερον ἀγωνισάμενοι ἐνίκησαν. Ὅτι Τύλλος ἦρχε ῾Ρωμαίων παρατασσομένων Φιδηναίοις Ῥωμαίους προδόντες Ἀλβανοὶ περὶ τὸ λαιὸν κέρας ἐς τὰ ὄρη προεχώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμὼν ἤγγελλε τὴν προδοσίαν. ὁ δὲ ἀνεβόησε μέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φυλάσσειν σκόπει, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσό- μενοι τοὺς πολειμίους ἐμοῦ προστάξαντος. τοῦτο ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ τοὺς Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύ- γειν ὥρμησαν ὑπὸ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.