Ancient Greek · ~6 min
42. Περὶ αἰχμαλώτων.
Polyaenus, Excerpta Polyaeni 42. Περὶ αἰχμαλώτων.
Not analysed yet
Ὅτι Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε ἐλάμβανέν τινας αἰχμαλώτους τῶν εὐγνενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπεδίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλαῖς ἡμέραις κατέχων κοινωνῶν αὐτοῖς ἑστίας καὶ τιμῆς καὶ προεδρίας τηνικαῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο, ὡς ἂν ὕποπτοι παρὰ τοῖς πολίταις γένοιντο. Ὅτι Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγεν πολλὴν τῶν βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων. ὁ δὲ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους δεδεμένους γυμνοὺς μόνους προέταξεν τοῦ στρατοπέδου. οἱ προσκείνμενοι γνω- ρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη. Ὅτι ὁ αὐτὸς τοὺς ἐνδόξους λαμβάνων αἰχμαλώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις. Ὅτι Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους· ἐπεὶ δὲ εἰς τὴν Πλαταιίδα ἐνέβαλλον Θθηβαῖοι, κήρυκα πέμψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους εἰ μὴ τῆς χώρας ἀπόσχοιντο. Θηβαῖοι οὖν αὐτίκα τῆς χώρας ἐξῆλθον, Πλα- ταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν. Ὅτι Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, ἂν ἀφεθῇ, πεῖσαι τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφικόμενος εἰς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον, τότε δὴ καὶ μᾶλλον πολε- μεῖν Καρχηδονίοις ὡς ἀπαγορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι ἠγόρευεν. τῆς δὲ συγκλήτου παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγκαις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγγειλεν αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ κατείρξαντες καὶ βασανίσαντες ἀπέκτειναν.