Ancient Greek · ~2 min
55. Πέτρας ἀποτόμου ἅλωσις.
Polyaenus, Excerpta Polyaeni 55. Πέτρας ἀποτόμου ἅλωσις.
Not analysed yet
Ὅτι κατόπιν τῆς πέτρας τοὺς κρημνοβατεῖν ἐπιτηδείους λαθραίως προστάξας τινὰς ἀνελθεῖν ἄλλος ἄλλον ἀναρτῶν δύναται δοῦναι ἀντιπερίσπασιν. Ὄτι καὶ ἐάν τις διαφημίσῃ, ὡς ἀκοῇ ἤκουσεν οἰκείου τινὸς θάνατον καὶ σχηματίσηται λύπην καὶ διὰ τοῦτο μικρὸν ὑπαναχωρήσῃ, δύναται αἰφνιδίως ἐπελθὼν ἀπροσδοκήτοις ἐπι- πεσεῖν τοῖς ἐχθροῖς δηλονότι διʼ αὐτομόλου τοῖς ἐχθροῖς τοῦτο μηνύσας. Ὅτι καὶ ἐάν τις σχηματίσηται, ὡς τῶν ἡμίσεων στρα- τιωτῶν αὐτῷ στασιασάντων καὶ πρὸς τὸν κατʼ ἀλλήλων πό- λεμον ὡρμημένων, καὶ μηνύσῃ διʼ αὐτομόλου τοῖς ἐχθροῖς καὶ τὰ ἔργα ἐπακολουθοῦντα δείξῃ, δύναται πλανῆσαι τοὺς ἐχθροὺς ἀμελῆσαι τῆς ἑαυτῶν φυλακῆς.