Ancient Greek · ~4 min
58. Κατάληψις παραλίων τόπων καὶ πόλεων.
Polyaenus, Excerpta Polyaeni 58. Κατάληψις παραλίων τόπων καὶ πόλεων.
Not analysed yet
Ὅτι Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξεν τὰς ναῦς ἀνα- κωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς εἰς τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα ἄνω θαλάσσης· Ἡρακλῆς διώξας ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάσσης. Ὅτι Παμμένης βουλόμενος κρατῆσαι τοῦ Σικυωνίων μένος αὐτὸς μὲν κατὰ γῆν παρεσκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώσας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ τοῦ λιμένος, δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπιτηδείων ἥκοντες. ὁ δὲ Παμμένης εἰς ἑσπέραν προσέβαλεν τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ ἐπὶ τὸν λιμένα πρὸς τὸν θόρυβον ὁρμήσαντες παρὰ τῶν ἐκ τοῦ στρογγύλου ὁπλιτῶν οὐ μόνον αὐτοὶ κατεσχέθησαν, ἀλλὰ καὶ ὁ λιμήν. Ὅτι Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν καὶ ἰδίους μετασχηματίσας στρατιώτας ἐμβαλὼν εἰς αὐτὴν ἐληΐζετο ἀκωλύτως τὴν τῶν πολεμίων χώραν ὡς ἰδίων αὐτοὺς ὑποδεχομένων. Ἀλλὰ καὶ Ἀριστόμαχος πλείονας τριήρεις λαβὼν καὶ ἰδίους εἰς αὐτὰς ἐμβιβάσας καὶ κοσμήσας ***