# Strategemata 1. ΔHMΟΣΘΕNΗΣ.

Polyaenus, Strategemata, BIBAION TPITON.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/1.%20%CE%94HM%CE%9F%CE%A3%CE%98%CE%95N%CE%97%CE%A3.

Δημοσθένης Πύλου Λακωνικὴν φρουρὰν ἐχούσης ἔπλευσεν ἐπὶ τὴν ἄκραν. οἱ Λάκωνες τὴν Πύλον ἐκλιπόντες ἐπὶ τὴν ἄκραν ἤεσαν, ὡς ἀποβησόμενον εὑρόντες ἂν ἥδη τῆς ὁδοῦ μακρᾶς οὔσης. ἤδη μὲν ἐπέλαζον οἱ πολέμιοι τῇ ἄκρᾳ· ημοσθένης δὲ ἀπο- στρέψας ἐπὶ τὴν πόλιν κατέσχε τὴν Πύλον ἀνδρῶν κενήν. Δημοσθένης Ἀκαρνάνων καὶ Ἀμφιλόχων στρα- τηγῶν ἀντικρὺ Πελοποννησίων ἐστρατοπέδευεν χαρά- δρας μεγάλης διειργούσης. ὁρῶν δὲ πολλῷ πλείονας τοὺς πολεμίους καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐνελόχισεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγήσωσιν οἱ ἐναντίοι κατὰ τὸ ὑπερβάλλον αὐτῶν, ἐξαναστάντες κατὰ νῶώτου γένοιντο. οἱ μὲν ὑπερεφαλάγγησαν, οἱ δὲ ἐξόπισθεν ἐξανεστησαν καὶ ἄφνω προσπεσόντες οὐ σὺν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
