# Strategemata 1. ΙΑΣΩΝ..1

Polyaenus, Strategemata, ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/1.%20%CE%99%CE%91%CE%A3%CE%A9%CE%9D..1

Ἰάσων βουλόμενος ἐπιθέσθαι πόλει Θετταλικῇ μηδενὸς τὴν ἐπίθεσιν προειδότος παρήγγειλεν ἐπὶ ἀριθμὸν καὶ μισθοδοσίαν ἐξοπλίσασθαι. οἱ μὲν δὴ πάντες ἐξωπλίσαντο καὶ τῶν σωμάτων εὖ καὶ τῶν ὅπλων ἔχοντες. ἄγγελοι δὲ καθειμένοι θέοντες ἧκον ἀγγέλλοντες πολεμίους ἐμβεβληκέναι τῇ χώρᾳ τοσοῦ- τον ἀπέχοντας, ὅσον ἀπεῖχεν ἡ πόλις, ᾗ προσπολεμεῖν ἐσπουδάκει. οἱ δὲ στρατιῶται πρὸς μάχην εὐτρεπεῖς ὄντες ἠξίωσαν αὐτοὶ μὴ μέλλειν, ἀλλὰ τὴν ταχίστην ἄγειν. ὁ δὲ Ἰάσων ἐπὶ τὴν πόλιν προσβαλῶν ἀδο- κήτως ἐκράτησε μηδενὸς προγνόντος μήτε τῶν νικών- των μήτε τῶν νικωμένων. Ἰάσων Θετταλὸς ἀπαιτούμενος ὑπὸ τῶν μισθο- φόρων ἀργύριον, οὐκ ἔχων εἰσέδραμε πρὸς τὴν μη- τέρα ὡς διωκόμενος ὑπὸ τῶν στρατιωτῶν, ἀφʼ ὧν δύο καὶ τρεῖς αὐτῷ συνεισέπεσον ὡς διώκοντες. ἡ μήτηρ — πολυχρήματος γὰρ ἦν — τοὺς μισθοὺς ὑπὲρ αὐτοῦ διέλυσεν. Ἰάσων πόλεμον νικήσας ἔφη πρὸς τὴν μητέρα, τοὺς Διοσκούρους φανερωτάτους αὑτῷ γενέσθαι συμ- μάχους καὶ διὰ τοῦτο εὔξασθαι νικήσας ξενίσαι τοὺς θεούς· κεκληκέναι δὲ ἐπὶ τὴν εὐωχίαν τοὺς ἡγεμόνας τοῦ στρατεύματος καὶ λοχαγοὺς καὶ ταξιάρχους καὶ τοὺς ἐν τέλει πάντας. ἡ δὲ πιστεύσασα ὅσον εἶχε κό- σμον ἐκπωμάτων, κρατήρων, τραπεζῶν, ἀργύρου, χρυ- σοῦ, πάντα ἔπεμψεν· ὁ δὲ πολλῶν χρημάτων κύριος γενόμενος τὸν μισθὸν ἀπέδωκε τοῖς μισθοφόροις. Ἰάσων πόλιν πλουτοῦσαν ἑλὼν, πολλὰ καὶ λαμπρὰ λάφυρα κομίζων ἔπεμψε πρὸς τὴν μητέρα κελεύων πέμψαι θεραπαίνας, ὅσαι ποικίλης καὶ πολυτελοῦς ἐσθῆτος ἐμπειρίαν καὶ τέχνην εἶχον, ὅπως ἐπιλέξαιτο πάντα τὰ κάλλιστα. ἡ δὲ πάσας, ὅσας εἶχε θεραπαίνας, ἔπεμψεν ἐπὶ τὴν ἐκλογὴν τῶν ἐσθήτων. Ἰάσων συγ- κλείσας αὐτὰς λύτρα ὑπὲρ αὐτῶν ᾔτησε τὴν μητέρα. Ἰάσων πρὸς τὴν μητέρα ἐν τοῖς ἱστῶσι τῆς τα- λασιουργίας τῶν θεραπαινῶν ἐπιμελομένην εἰσελθὼν μετὰ ἑνὸς τῶν ἀδελφῶν ὡς συμβούλῳ χρησόμενος τῶν ἀναγκαίων τῆς ἀρχῆς μεταστῆναι ταύτας ἐκέ- λευσεν. δορυφόροις μὲν δὴ συντεταγμένον ἦν ἀπά- γειν ἁπάσας. αὐτὸς δὲ μετὰ μακρὰν ὁμιλίαν ἐξιὼν μειδιῶν τῇ μητρὶ προσέταξεν ὑπὲρ τῶν θεραπαινῶν ἀργύριον αὐτῷ πέμψαι. Ἰάσων ἀδελφὸν εἶχε Μηριόνην ἄγαν πλουτοῦντα, φιλάργυρον, μηδὲν αὐτῷ διδόντα· καὶ δή ποτε παι- δίου γεννηθέντος αὐτῷ μέλλων ὄνομα τίθεσθαι τοὺς ἀρίστους Θετταλῶν καλέσας παρεκάλεσε τὸν ἀδελφὸν προστῆναι τῆς ὑποδοχῆς. ὁ μὲν δὴ περὶ ταῦτα εἶχεν, Ἰάσων δὲ κατὰ πρόφασιν θήρας ἐξελθὼν ἐς Παγασὰς, ἔνθα Μηριόνης κατῴκει, περιστήσας τοὺς αἰχμοφόρους, βιασάμενος τοὺς οἰκονόμους, εἴκοσι ἀργυρίου τάλαντα λαβὼν, μετὰ σπουδῆς ἐπὶ τὸ δεῖπνον ἀνῆλθε καὶ τῷ ἀδελφῷ σπονδῶν κατάρχειν ἐπέτρεψε καὶ κύριον αὐτὸν εἶναι τῆς θέσεως τοῦ ὀνόματος τῷ παιδίῳ. Μηριόνης, ἤγγειλεν αὐτῷ πεπορθῆσθαι τὴν οἰκίαν, δεξάμενος τὸ χαρίεν ὄνομα ἔθετο τῷ παιδίῳ Πορθάονα. Ἰάσων τὸν ἀδελφὸν Πολύδωρον ἤγαγεν ἐπὶ πόλιν ἁλίσκεσθαι μέλλουσαν λαφυροπώλην γενησόμενον. ἐπεὶ δὲ ἦν ὥρα λουτροῦ, παρεκάλεσε τὸν ἀδελφὸν σφοδρῶς αὐτοῦ τὸ σῶμα τρῖψαι καὶ διαγυμνάσαι. ὁ μὲν ἐπει- ρᾶτο τρίβειν εὐτόνως, Ἰάσων δὲ ὡς ἐνοχλούμενος ὑπὸ τοῦ δακτυλίου παρεκάλεσεν αὐτὸν παρὰ τὴν τρῖψιν ἀποθέσθαι. Πολύδωρος δὲ ἐξελὼν τῆς χειρὸς ἐπέδωκεν ἀνδρὶ πιστῷ τῶν παρόντων. τούτῳ δὲ ἦν ἄρα προ- συγκείμενον δραμεῖν πρὸς τὴν γυναῖκα Πολυδώρου καὶ δόντα τὸν δακτύλιον ἀντὶ [τούτου] δέκα τάλαντα χρυσίου παρʼ αὐτῆς λαβεῖν. ἡ δὲ τῷ δακτυλίῳ τοῦ ἀνδρὸς πιστεύσασα παραχρῆμα ἔδωκε τὸ χρυσίον· ὡς δὲ ἐπανῆλθεν ὁ τὸν δακτύλιον παρὰ Πολυδώρου λαβὼν, τότε Ἰάσων τριβόμενος ἐπαύσατο.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
