# Strategemata 1.1. ΔΙONΥΣΟΣ.

Polyaenus, Strategemata, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/1.1.%20%CE%94%CE%99ON%CE%A5%CE%A3%CE%9F%CE%A3.

Διόνυσος ἐπʼ Ἰνδοὺς ἐλαύνων, ἴνα δέχοιντο αἱ πόλεις αὐτὸν, ὅπλοις μὲν φανεροῖς τὴν στρατιὰν οὐχ᾿ ὥπλισεν, ἐσθῆσι δὲ λεπταῖς καὶ νεβρίσι· δόρατα ἦν κισσῷ πεπυκασμένα· ὁ θύρσος εἶχεν αἰχμήν· κυμβάλοις καὶ τυμπάνοις ἐσήμαινεν ἀντὶ σάλπιγγος καὶ οἴνου τοὺς πολεμίους γεύων εἰς ὄρχησιν ἔτρεπεν καὶ ὅσα ἄλλα Βακχικὰ ὄργια. πάντα δὲ ἦν Διονύσου στρατηγήματα, οἷς Ἰνδοὺς καὶ τὴν ἄλλην Ἀσίαν ἐχειρώσατο. Διόνυσος ἐν Ἰνδικῇ τῆς στρατιᾶς οὐ φερούσης τὸ φλογῶδες τοῦ ἀέρος κατελάβετο τρικόρυφον ὅρος τῆς Ἰνδικῆς. τῶν κορυφῶν κληίζεται δὲ ἡ μὲν Κορα- σιβίη, ἡ δὲ Κονδάσβη, τὴν δὲ τρίτην αὐτὸς ἐκάλεσε Μηρὸν , τῆς αὐτοῦ γενέσεως ὑπόμνημα. ἐνταῦθα πηγαὶ πολλαὶ, ἶδαι πυκναὶ, θῆραι περισσαὶ, ὀπῶ- ραι ἄφθονοι, χιόνες ἀναψύχουσαι. ἐν τούτοις ἡ στρατιὰ διαιτωμένη τοῖς ἐν τῷ πεδίῳ βαρβάροις ἐξαί- φνης ἐπεφαίνετο καὶ ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερδε- ξίων ἀκοντίζοντες τοὺς πολεμίους ῥᾳδίως ἐτρέποντο. Διόνυσος Ἰνδοὺς ἑλόν αὐτούς τε Ἰνδοὺς καὶ Ἀμαζόνας ἄγων συμμάχους εἰς τὴν Βακτρίων ἐνέ- βαλεν· ὁρίζει δὲ τὴν Βακτρίαν ποταμὸς Σαράγγης. Bάκτριοι τὰ ὅρη κατέλαβον τὰ ὑπὲρ τὸν ποταμὸν ὡς Διονύσῳ διαβαίνοντι ἄνωθεν ἐπιθησόμενοι. ὁ δὲ στρατοπεδεύσας παρὰ τὸν ποταμὸν τὰς Ἀμαζόνας καὶ τὰς Βάκχας διαβαίνειν ἔταξεν, ἴνα οἱ Βάκτριοι καταφρονήσαντες γυναικῶν κατέλθοιεν ἀπὸ τῶν ὀρῶν. αἱ μὲν δὴ διέβαινον, οἱ δὲ κατέβαινον καὶ τῷ ῥεύματι ἐμβαίνοντες ἀνακόπτειν αὐτὰς ἐπειρῶντο. αἱ δὲ ἀνεχωώρουν ἐπὶ πόδα. Βάκτριοι μέχρι τῆς ὄχθης ἐδίωκον. τότε Διόνυσος μετὰ τῶν ἀνδρῶν ἐκβοηθή- σας πεπεδημένους τῷ ῥεύματι τοὺς Βακτρίους κτεί- νας διέβη τὸν ποταμὸν ἀκινδύνως.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
