# Strategemata 1.3. ΗΡΑΚΛΗΣ.

Polyaenus, Strategemata, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/1.3.%20%CE%97%CE%A1%CE%91%CE%9A%CE%9B%CE%97%CE%A3.

Ἡρακλῆς ἐξελεῖν βουλόμενος τοῦ Πηλίου τὸ Κενταύρων γένος, οὐ μὴν αὐτὸς ἄρξαι μάχης, ἀλλʼ ἐκείνους ἐκκαλέσασθαι κατήγετο παρὰ Φόλῳ· οἴνου δὲ ἀνθοσμίου πίθον ἀνοίξας αὐτός τε καὶ ὅσοι ἀμφʼ αὐτὸν ἠρύσαντο. ᾔσθοντο οἱ γείτονες Κένταυροι καὶ συνδραμόντες ἐπὶ τὸ ἄντρον τοῦ Φόλου τὸν οἶνον ἥρπαζον· Ἡρακλῆς ὡς ἄδικα δρῶντας ἀμυνόμενος τοὺς ἐπελθόντας ἔκτεινε Κενταύρους. Ἡρακλῆς τὴν ἀλκὴν τοῦ Ἑρυμανθίου συὸς φοβη- θεὶς δόλῳ τὸν θῆρα εἷλεν. ὁ μὲν ὑπὸ τῇ φάραγγι εὐνάζετο· μεστὴ δὲ χιόνος πολλῆς ἡ φάραγξ ἦν. ὁ δὲ λίθους πολλοὺς ἄνωθεν ἐπέβαλεν, ὥστε ἀγριανθεὶς ὁ σῦς ἐξάλλεται καὶ θυμῷ φερόμενος τῇ χιόνι ἐμπεσὼν καταδυόμενος περιπταίων ἁλίσκεται. Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξε τὰς ναῦς ἀνακωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς ἐπὶ τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα ἄνω θαλάσσης. Ἡρακλῆς διώξαc ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάττης. Ἡρακλῆς ἐν Ἰνδικῇ θυγατέρα ἐποιήσατο, ἥν ἐκά- λεσε Πανδαίην. ταύτῃ νείμας μοῖραν τῆς νδικῆς πρὸς μεσημβρίαν καθήκουσαν εἰς θάλασσαν διένειμε τοὺς ἀρχομένους εἰς κώμας τξεʼ προστάξας καθʼ ἑκά- στην ἡμέραν μίαν κώμην ἀποφέρειν τὸν βασίλειον φόρον, ἴνα τοὺς ἤδη δόντας ἔχοι συμμάχους ἡ βασι- λεύουσα κατανοοῦσα ἀεὶ τοὺς δοῦναι ὀφείλοντας. Ἡρακλῆς Μινύαις πολεμῶν, ἦσαν δὲ ἰππομαχεῖνe ἐν πεδίῳ Μινύαι δεινοὶ, μάχην συνάψαι μὴ θαρ- ρῶν ποταμὸν ἐπαφῆκεν. ἦν δὲ ὁ ποταμὸς Κηφισὸς ὁρίζων ὅρη δύο, Παρνασσὸν καὶ Ἡδύιον. τεμὼν δὲ τὴν Βοιωτίαν μέσην, πρὶν ἐκβάλλειν εἰς θάλασ- σαν, ἐμπίπτων μεγάλῳ χάσματι ἀφανὴς γίγνεται. τοῦτο δὲ τὸ χάσμα Ἡρακλῆς πέτροις μεγάλοις περι- τειχίσας ἀποστρέφει τὸν ποταμὸν εἰς τὸ πεδίον, ἔνθα Μινύαι καθιππάζοντο, καὶ δὴ τοῦ πεδίου λιμνάσαντος τοῖς Μινύαις τὸ ἱππικὸν ἀχρεῖον ἦν. Ἡρακλῆς κρα- τήσας ἀποτειχίζει τὸ χάσμα καὶ ὁ Κηφισσὸς ἐπὶ τὴν ἀρχαίαν ἐπανέρχεται ὁδόν.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
