# Strategemata 1.32. ΔEΩNIΔΑΣ.

Polyaenus, Strategemata, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/1.32.%20%CE%94E%CE%A9NI%CE%94%CE%91%CE%A3.

Δεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στε- νότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων. Δεωνίδας μάχην συνάπτειν μέλλων ὁρῶν νεφέλας χειμερίους ἁλιζομένας πρὸς τοὺς ἡγεμόνας ἔφη, ὡς οὐ χρὴ θαυμάζειν ἀστραπῶν καὶ βροντῶν γιγνομένων· ἀνάγκη γὰρ αὐτὰ συμβαίνειν, ἄστρου κινουμένου. πολλῶν οὖν διοσημειῶν γιγνομένων οἱ μὲν τοῦ Δεω- νίδου προιδόντες τὸ μέλλον θαρροῦντες ἠπείγοντο. οἱ πολέμιοι δὲ ἐκπλαγέντες ἄθυμοι πρὸς τὸν κίνδυνον ἐγένοντο καὶ παρὰ τοῦτο ἡττήθησαν. Δεωνίδας ἐμβαλῶν ἐς χώραν πολεμίων διαπέμψας νύκτωρ ἄλλους ἀλλαχῆ προσέταξεν, ὅταν αἴρῃ τὸ ση- μεῖον, δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπράναι. ταῦτα ὁρῶντες οἱ κατὰ τὴν πόλιν καὶ πάμπολυ τὸ πλῆθος εἶναι νομίσαντες οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν λείαν ἄγειν αὐτοῖς προήκαντο.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
