# Strategemata 10. ΙΜΙΛΚΩΝ.

Polyaenus, Strategemata, ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/10.%20%CE%99%CE%9C%CE%99%CE%9B%CE%9A%CE%A9%CE%9D.

Ἰμίλκων Καρχηδόνιος εἰδώς τῶν Λιβύων τὸ φίλ- οινον κεράμια οἴνου πολλὰ μανδραγόρᾳ διαφθείρας καὶ ἐν τοῖς προαστείοις ἐπικλίνας ἐπιόντων ἀνεχώρη- σεν εἰς τὴν πόλιν, ὡς οὐχ οἷός τε ὥν βιαζομένοις ἀντιστῆναι. οἱ δὲ ὑπερεχάρησαν ὡς κατακλείσαντες εἴσω τειχῶν Καρχηδονίους καὶ τὰ κεράμια εὑρόντες τοῦ οἴνου χανδὸν ἐνεφορήθησαν· καὶ αὐτίκα ὕπνῳ βαρυτάτῳ καταλαμβάνονται. 'Imqilkvn Καρχηδόνιος νύκτωρ ἀναγόμενος ἐκ Λι- βύης εἰς Σικελίαν, γράψας καὶ σημηνάμενος (εἰς) γραμ- ματεῖα τοῖς κυβερνήταις ἔδωκε συντιθέμενος, ἐὰν ἀπο- σπασθῶσιν ἐν τῷ πελάγει, ποῖ χρὴ συνάπτειν, ἴνα μὴ ὑπὸ τῶν αὐτομόλων ἐξαγγελθῇ. λαμπτῆρας [δʼ ἦρε] τὸ πρόσθεν μέρος πεφραγμένους, ὅπως μὴ γνωρίζοιεν ἀπὸ τοῦ φωτὸς οἱ πολέμιοι τὸν ἐπίπλουν. Ἰμίλκων ἐν Λιβύῃ καταλαβεῖν ἐσπούδαζεν πόλιν, ἐφʼ ἥν ἦσαν ὁδοὶ δύο δύσποροι. ταύτας οἱ μὲν Λί- βυες ἐφύλαττον. ὁ δὲ Ἰμίλκν ἔπεμψε πρὸς αὐτοὺς αὐτόμολον φράσοντα· ἡ μὲν ἑτέρα τῶν ὁδῶν ἐγχω- σθήσεται, ὅπως εὔπορος γένοιτο, ἡ ἑτέρα δὲ ἀποσκα- φήσεται, ὅπως μὴ διὰ ταύτης ἱ ρμσάντων κυκλωθή- σωνται᾿. καὶ δὴ ταῦτα γιγνόμενα ὁρῶντες οἱ πολέμιοι πιστὸν ἡγούμενοι τὸν αὐτόμολον ὥρμησαν ἐπὶ τὴν ἐγχωννυμένην ὁδὸν ὡς ἀνείρξοντες. ὁ δὲ νύκτωρ ξύλοις προπαρεσκευασμένοις τὴν ἀπεσκαμμένην ὁδὸν γεφυρώσας, διὰ ταύτης ἀγαγὼν τὸ στρατόπεδον εἷλε τὴν πόλιν τῶν πολεμίων τὴν ἑτέραν ὁδὸν φυλατ- τόντων. Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρα- τοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλε παράγ- γελμα δοὺς ἀπόρρητον ἐς φυγὴν ἑκόντας τραπέσθαι. οἱ μὲν δὴ ἔφευγον, οἱ δʼ Ἀκραγαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρόμενον ἰδόν- τες ἀπὸ τῶν τειχῶν ᾠήθησαν ὑπὸ τῶν πολεμίων [τὴν πόλιν] ἀνακαίεσθαι καὶ μεταβαλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φυγόν- των. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο, οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν. Ἰμίλκων περὶ τὸ Κρόνιον ἀντεστρατοπέδευε τοῖς Διονυσίου στρατηγοῖς. τῶν δὲ Κρόνιον οἰκούντων βουλομένων δέξασθαι τοὺς Καρχηδονίους, οὐ μὴν τῶν στρατηγῶν ἐπιτρεπόντων, τοῦτο μαθὼν Ἰμίλκων τὴν ὕλην, ὅση πρὸ τοῦ στρατοπέδου τῶν πολεμίων ἦν — πολλὴ δὲ ἦν καίειν — παραφυλάξας ἄνεμον ἐναντίον τοῖς πολεμίοις ἐνέπρησεν. ὁ μὲν δὴ καπνὸς πολὺς καὶ βίαιος ἐς τὰς ὄψεις τῶν πολεμίων ὑπὸ πνεύματος ἐφέ- ρετο, μίλκων δὲ ἔλαθε διελθν πρὸς τὰ τείχη, καὶ ἀνέῳξαν αὐτῷ τὴν πύλην οἱ βουλόμενοι δέξασθαι, καὶ παρῆλθεν εἴσω τῶν στρατηγῶν ἀγνοούντων.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
