# Strategemata 11. MAPKEΛΛΟΣ.

Polyaenus, Strategemata, ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/11.%20MAPKE%CE%9B%CE%9B%CE%9F%CE%A3.

Μάρκελλος Συρακούσα πολιορκῶν ὑπὸ τῶν τοῦ Ἀρχιμήδου μηχανημάτων ἡσσῶώμενος προσβάλλειν μὲν οὐκέτι τοῖς τείχεσιν ἐθάρσει, χρόνῳ δὲ τὴν πολιορκίαν ἐπέτρεψε. καὶ δὴ μετὰ πολὺ Δάμιππον Σθταρτιάτην Συρακουσῶν ἐκπλέοντα ἑλῶών αἰχμάλωτον ἔμαθε παρὰ τούτου πύργον εἶναι τοῦ τείχους φυλασσόμενον ἀμε- λῶς, δυνάμενον ἄνδρας δέξασθαι συχνοὺς, τοῦ τείχους ἐπιβατοῦ ὄντος. πρὸς δὴ τὸ ὕψος αὐτοῦ συμμέτρους κλίμακας κατασκευάσας άρκελλος, Συρακουσίων ἑορ- τὴν ἀγόντων Ἀρτέμιδι καὶ περὶ μέθην καὶ παιδιὰν ἐχόντων, τόν τε πύργον κατέσχε καὶ κύκλῳ τὸ τεῖχος ὅπλων ἐπλήρωσε καὶ πρὸ τῆς ἕω τὰ Ἑξάπυλα διακόψας κατέσχε τὴν πόλνν. οἱ μὲν στρατιῶται γενναίως ἀγω- νισάμενοι τῆς πόλεως ἁρπαγὴν ᾐτήσαντο· οὐ μὴν ἔδωκε Μάρκελλος, ὅτι μὴ ἀπὸ μόνων ἀνδραπόδων καὶ χρη- μάτων ώφελεῖσθαι, τῶν δὲ ἱερῶν καὶ τῶν ἐλευθέρων σωμάτων ἀπέχεσθαι προσέταξεν.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
