# Strategemata 12. ΦΩΚΙΩΝ.

Polyaenus, Strategemata, BIBAION TPITON.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/12.%20%CE%A6%CE%A9%CE%9A%CE%99%CE%A9%CE%9D.

Φωκίων Ἀθηναίους ὡρμηκότας στρατεύειν ἐπὶ βοιωτοὺς ἐκώλυεν· οἱ δὲ πολλῇ ὁρμῇ χρώμενοι τὸν πόλεμον ἐψηφίσαντο καὶ Φωκίωνα στρατηγόν. ὁ δὲ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὅσοι Ἀθηναίων μέχρι ἑξήκοντα ἐτῶν ἀπὸ ἥβης πέντε ἡμερῶν σιτία λαβόντες εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἕπεσθέ μοι. ὁ θόρυβος ἦν πολύς. οἱ πρεσβύτεροι καὶ μᾶλλον ἐβόων, ἀνεπήδων, ἠγανάκτουν. τότε δὴ Φωκίων οὐδὲν’, ἔφη δεινὸν ὑπομενεῖτε· κἀγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ετος μεθʼ ὑμῶν ἔσομαι᾿. τοῦτο ἀκούσαντες Ἀθηναῖοι τῆς ὁρμῆς τῆς ἐπὶ τὸν πόλεμον ἐπαύσαντο καὶ μετε- βάλοντο.*)

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
