# Strategemata 15. ΞΕΡΞΗΣ.

Polyaenus, Strategemata, ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/15.%20%CE%9E%CE%95%CE%A1%CE%9E%CE%97%CE%A3.

Ξέρξης ἐπὶ τὴν Ελλάδα στρατεύων πολλὰ ἔθνη συνήγαγε λογοποιοὺς διασκεδάσας, ὡς οἱ κορυφαῖοι τῶν Ελλήνων ὡμολογήκασι προδοσίαν τῆς Ἑλλάδος δόξαντες οὖν οὐκ ἐς μάχην, ἀλλὰ ἐς ὠφέλειαν φανε- ρὰν καλεῖσθαι προθυμότερον ἠθροίζοντο. πολλοὶ δὲ τῶν βαρβάρων καὶ αὐτεπάγγελτοι συνεμάχησαν. Ξέρξης κατασκόπων Ἑλλήνων ἁλόντων ἐν τῷ στρα- τοπέδῳ κολάζει μὲν τοὺς ἄνδρας οὐδαμῶς, κελεύει δὲ περιαχθέντας ἰδεῖν τὴν δύναμιν ἅπασαν. ἐπεὶ δὲ εἶδον, ῾ἄπιτε τοίνυνʼ ἔφη καὶ τοῖς Ἕλλησιν ἀπαγγείλατε, ὅσα ἐμοῦ δεικνύντος ἑωράκατε.᾿ Ξέρξης ἐναυλόχει περὶ Ἄβυδον. σιτηγοὶ νῆες Ἑλληνικαὶ παραπλέουσαι ἁλίσκονται ὑπὸ τῶν βαρβά- ρων. τοῖς μὲν δὴ ἔδοξε καταδῦσαι τὰς ὁλκάδας αὐτοῖς ἀνδράσιν, Ξέρξης δὲ τοὐναντίον ἤρετο ποῖ πλεῖτε;᾿ φησάντων ἐς τὴν Ἑλλάδα. καὶ ἡμεῖςʼ ἔφη ῾ ἐκεῖσε, ὥστε ὁ σῖτος τοῖς Ἕλλησιν ἀγόμενος ἡμέτερός ἐστιν. ἄπιτε δή.᾿ ταῦτα οἱ σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν οὐ μικρὰν ἔκπληξιν αὐτοῖς παρέσχον. Ξέρξης ἐν Θερμοπύλαις πολλῶν βαρβάρων πεσόν των ἀποκρυπτόμενος τὸ πλῆθος τῶν νεκρῶν προσέταξε τοῖς οἰκείοις αὐτῶν διὰ νυκτὸς τοὺς αὑτοῖς προσήκοντας γῇ κατακρύψαι. Ξέρξης ἐν Θερμοπύλαις διὰ τὴν στενότητα τῶν ὀρῶν πολλοὺς Περσῶν ἀποβαλὼν, Τραχινίου ἀνδρὸς Ἐφιάλτου δείξαντος ἀτραπὸν περὶ τοῖς ὄρεσι στενὴν, ἔπεμψεν ἄνδρας δισμυρίους, οἳ περιελθόντες κατὰ νώτου γενόμενοι τῶν Ἑλλήνων ἀπέκτειναν ἅπαντας, ὧν ἡγεῖτο Λεωνίδας.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
