# Strategemata 20. ΚΕΡΚΥΡΑΙΟΙ.

Polyaenus, Strategemata, ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/20.%20%CE%9A%CE%95%CE%A1%CE%9A%CE%A5%CE%A1%CE%91%CE%99%CE%9F%CE%99.

Ἀθηναῖοι στρατεύουσιν ἐπὶ Κερκυραίους φυγάδας καταλαβομένους τὸ τῆς Ἰστώνης ὄρος. οἱ δὲ τὰ| ὅπλα παρέδωκαν ἐπιτρέποντες τῷ δήμῳ [τῷ] τῶν Ἀθη- ναίων βουλεύσασθαι περὶ αὐτῶν· ἐὰν δέ τινες αὐτῶν φεύγοντες ἁλῶσι, [ἅπασι] λελύσθαι τὰς σπονδάς. Κερκυραῖοι δείσαντες, μὴ φιλανθρώπως βουλεύσηται περὶ αὐτῶν ὁ Ἀθηναίων δῆμος, κρύφα ἔπεμψαν πρὸς ἐνίους ἀποδρᾶναι συμβουλεύοντες καὶ πλοῖον αὐτοῖς παριστάντες, ἵνα πεισθέντων φυγεῖν αἱ σπονδαὶ λυ- θεῖεν. Ἀθηναῖοι δὲ ὡς παρασπονδήσαντας αὐτοὺς ἐξέ- δωκαν τοῖς Κερκυραίοις, οἱ δὲ παραλαβόντες ἅπαντας ἀπέκτειναν.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
