# Strategemata 22. IΣΣΧΟΛΑΣ.

Polyaenus, Strategemata, ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/22.%20I%CE%A3%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%91%CE%A3.

Ἰσχόλαος ἐν Ἀἴνῳ πλησίον ὁρῶν Ἀθηναίους ἐφορ- μοῦντας ναυσὶ πολλαῖς δεδοιὼς, μὴ νύκτωρ ἐπιπλεύ- σαντες πολλὰ τῶν πλοίων αὐτοῦ μετὰ βίας ἀποσπά- σωσι, πρὸς τὸν πύργον τὸν ἐπὶ τοῦ χῶώματος ἅπαντα προσαγαγών ἔδησεν ἐκ τῶν ἰσίων· τὰ δὲ πορρωτέρω σχοινίοις ἐκ τῶν πλησιαιτέρων συνῆψεν, ὥστε τὸν σύν- δεσμον εἶναι διʼ ἀλλήλων. οἱ μὲν Ἀθηναῖοι νυκτὸς ἐπελθόντες ἀφέλκειν πειρώμενοι τῶν πλοίων οὐδὲν ἀπέσυραν· οἱ δὲ ἀπὸ τῆς Αἴνου τῶν φυλάκων ἀγγει- λάντων ἐπεξελθόντες ἐδίωξαν τοὺς Ἀθηναίους, οἱ μὲν ἀπὸ τῆς γῆς, οἱ δὲ ἀπὸ τῶν νεῶν. Ἰσχόλαος ἐν ὁδῷ κατὰ μὲν θάτερον ἀποκρήμνῳ καὶ σφαλερᾷ, κατὰ θάτερον δὲ ὅρος ἐχούσῃ, ὅ κατεῖχον οἱ πολέμιοι, πνεύματος γενομένου μεγάλου τὴν ὕλην ἐνέπρησεν· ὥστε τῶν παραφυλαττόντων πολεμίων ὑπὸ τοῦ καπνοῦ καὶ τοῦ πυρὸς διωχθέντων κατὰ τοῦτο τὸ μέρος ἀσφαλῶς τὴν δύναμιν ἥγαγεν. Ἰσχόλαος ὑπὸ Χαβρίου πολιορκούμενος ἐν Δρυῒ μέλλοντος προσάγειν τοὺς κριοὺς αὐτὸς φθάσας μέρος κατέβαλε τοῦ τείχους ἄμφω μηχανωμενος, τοῖς μὲν αὐτοῦ στρατιῶώταις ἀνδρειότερον ἀγωνίσασθαι τὸ τοῦ τείχους ὀχυρὸν οὐκ ἔχουσι, τοῖς δὲ πολεμίοις τὸ κατα- πεφρονῆσθαι τὴν παρασκευὴν τῶν πολιορκητικῶν μη- χανημάτων. ἀμέλει τὴν ἑκούσιον ἀποτείχισιν φοβη- θέντες παρελθεῖν εἰς τὴν πόλιν οὐκ ἐθάρσησαν. Ἰσχόλαος προσκαθημένων Ἀθηναίων πυθόμενος εἶναί τινας τῶν φυλάκων τοὺς προδιδόντας νύκτωρ ἐφοδεύων τὰς φυλακὰς ἑκάστῳ τῶν φυλάκων παρέ- ζευξε τῶν μισθοφόρων ἕνα. τοῦτο πράξας ἀταράχως ἔφυγε τὸν κίνδυνον τῆς προδοσίας.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
