# Strategemata 24. ΚΛΕΙΤΑΡΧΟΣ.-27. ΠΑΥΣΙΣΤΡΑΤΟΣ.

Polyaenus, Strategemata, 24. ΚΛΕΙΤΑΡΧΟΣ. to 27. ΠΑΥΣΙΣΤΡΑΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/24.%20%CE%9A%CE%9B%CE%95%CE%99%CE%A4%CE%91%CE%A1%CE%A7%CE%9F%CE%A3.

Κλείταρχος πολεμίων ἐπελθόντων, ἵνα μὴ γένοιτο τειχήρης, προήγαγε τήν δύναμιν ἔξω τείχους προστάξας κλεῖσαι τὰς πύλας καὶ βαλεῖν τὰς βαλανάγρας ὑπὲρ τὸ τεῖχος, ἃς δὴ καὶ λαβών ἔδειξε τοῖς στρατιώταις, οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδα εἴσω τῆς πόλεως φεύγειν, ἐνίκων ἀνδρείως μαχόμενοι. Τίμαρχος Αἰτωλὸς ἀποβὰς τῆς Ἀσίας ἐς χωρίον πολυάνθρωπον, ἵνα μὴ φύγοιεν οἱ στρατιῶται τὸ πλῆ- θος τῶν πολεμίων, τὰς ναῦς κατέπρησεν. οἱ δὲ ἐλπίδα φυγῆς οὐκ ἔχοντες ἀγωνισάμενοι γενναίως ἐνίκησαν. Εὐδόκιμος ὁρῶν τοὺς στρατιώτας στασιάζοντας, καταπαῦσαι τὴν στάσιν οὐ δυνάμενος, ἢδη δὲ καὶ ἐπʼ ἀλλήλους ὁρμώντων τοῖς δρομοκήρυξι προσέταττεκηρύτ- τειν, ὡς ἥκοιεν οἱ πολέμιοι διαρπασόμενοι τὸν χάρακα. οἱ δὲ φοβηθέντες τῆς μὲν στάσεως ἐπαύσαντο, τὰς δὲ αὐτῶν τάξεις ἀναλαβόντες τὸν χάρακα ἐφύλαττον. Παυσίστρατος, ναύαρχος Ῥοδίων, παρήγγειλεν ἀριθμὸν καὶ ἐξόπλισιν τοῖς στρατιώταις. ἐπεὶ δὲ προ- ῆλθον ἐν τοῖς καλλίστοις ὅπλοις, ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τὰς ναῦς καὶ πάντας ἐμβιβάσας ἐκέλευσεν ἀπερείσασθαι τὰ ὅπλα κατὰ κόσμον ἕκαστον καὶ τοῦ μηδὲν ὅπλον ἐκκομισθῆναι φύλακας κατεστήσατο.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
