# Strategemata 28. ΑΡΣΑΜΗΣ.

Polyaenus, Strategemata, ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/28.%20%CE%91%CE%A1%CE%A3%CE%91%CE%9C%CE%97%CE%A3.

Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρὸς αὐτὸν πρεσβευσαμένων περὶ διαλύσεως ὡμολόγησε καὶ δεξιὰν αὐτοῖς ἔπεμψε νόμῳ Περσικῷ καὶ τὴν πολιορ- κίαν διαλύσας παρεκάλει Βαρκαίους, βασιλεῖ κοινωνῆσαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βουλευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσά- μης λαμπρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις ἐπι- τηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόν- των σημεῖον ἦρε τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόμενοι τὰς πύλας καὶ εἰσπεσόντες διήρπασαν τὴν πόλιν τοὺς ἐγχειροῦντας κωλύειν φονεύοντες. Ἀρσάμης ἀποστὰς βασιλέως, Φρυγίας τῆς μεγάλης κρατῶν , συμβαλεῖν μάχην ἔμελλε τοῖς ἐκ βασιλέως ἐπʼ αὐτὸν ἥκουσιν. Ἵππαρχος ἱππέων συνέθετο τοῖς πολεμίοις, ἐπειδὰν προσαγάγῃ , αὐτομολήσειν πρὸς αὐτούς. τὴν προδοσίαν ἔμαθεν Ἀρσάμης καὶ νύκτωρ ἐπὶ τὴν σκηνὴν ἀφικόμενος ἐβασάνισε τὸν ἵππαρχον. ἐπεὶ δὲ ὡμολόγησε, τὰ ὅπλα τῶν ἱππέων καὶ τὰς ἐσθῆ- τας περιέθηκεν ἄλλοις μάλιστα δὴ πιστοῖς καὶ τῇ τοῦ ἱππάρχου σκευῇ ἄλλον ὥπλισεν ἵππαρχον καὶ προσέ- ταξεν αὐτοῖς, ὅταν ἴδωσι τὸ σημεῖον ἀρθὲν ἀπὸ τῶν ἐναντίων αὐτομολεῖν παριππεύσαντας δὲ καὶ παραλ- λάξαντας αὐτῶν τὴν φάλαγγα ἐπιστρέψαντας κατὰ νώτου τὴν ἐμβολὴν ποιήσασθαι. τούτων οὕτω συγκει- μένων κατὰ νώτου μὲν ἐνέβαλον οὗτοι, ἐξ ἐναντίου δὲ τὴν δύναμιν Ἀρσάμης προσήγαγεν· οἱ πολέμιοι δὲ λύσαντες τὴν τάξιν ἔφευγον, καὶ οἱ πλείονες αὐτῶν ἐν τῇ φυγῇ διεφθείροντο.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
