Ancient Greek · ~14 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 3. ΑΓΑΘΟΚΛΗΣ..1
Not analysed yet
Ἀγαθοκλῆς, Σικελίας τύραννος, ὀμόσας τοῖς πο- λεμίοις παρέβη τοὺς ὅρκους καὶ κατασφάξας τοὺς ἁλόν- τας ἐπιχλευάζων πρὸς τοὺς φίλους ἔλεγεν δειπνήσαν- τες ἐξεμέσωμεν τοὺς ὅρδους᾿. Ἀγαθοκλῆς νικήσας Λεοντίνους Δεινοκράτη τὸν στρατηγὸν αὐτοῦ ἐς τὴν πόλιν ἔπεμψε λέγοντα, ὡς ἄρα φιλοτιμοῖτο πρὸς Διονύσιον καὶ βούλοιτο σῶσαι αὐτοὺς, ὡς ἐκεῖνος ἔσωσε τοὺς περὶ τὸν Ἐλλέπορον ποταμὸν πταίσαντας Ἰταλιώτας. ἐπίστευσαν Λεοντῖνον καὶ ὅρκους ἔδωκαν. Ἀγαθοκλῆς εἰσελθὼν ἐκέλευσεν αὐτοὺς ἀόπλους εἰς τὴν ἐκκλησίαν συνελθεῖν· ὁ στρα- τηγὸς ἐπηρώτησεν ὅτῳ δοκεῖ ὅπερ καὶ Ἀγαθοκλεῖ, αἰρέτω τὴν χεῖρα᾿. ὁ τοίνυν Ἀγαθοκλῆς δοκεῖ μοι᾿, ἔφη, πάντας ἀνελεῖν᾿. ἦσαν δὲ μύριοι. καὶ δὴ περι- στάντες οἱ στρατιῶται πάντας ἀνεῖλον ἐπὶ τῆς ἐκ- κλησίας. Ἀγαθοκλῆς πυθόμενος τοὺς ἐν τέλει Συρακου- σίων νεωτερίζειν, Καρχηδονίους νικήσας, θύων ἐπι- νίκια πεντακοσίους ἄνδρας τοὺς ὑπόπτους ἐπὶ τὴν ἑστίαν ἐκάλεσεν. ἦν μὲν δὴ μεναλοπρεπὴς ἡ τῶν κλη- θέντων ἑστία. αὐτὸς δὲ ἤδη μεθυόντων ἐς μέσους παρελθὼν, κροκωτὸν ἐνδὺς, Ταραντῖνον περιβαλόμενος ηὔλησεν, ἐκιθάρισεν, ὡρχήσατο· ὥστε ὑφʼ ἡδονῆς θό- ρυβος καὶ κρότος ἐκ πάντων ἦν. ἐν δὲ τῷ καιρῷ τῆς ἡδονῆς ὑπεξῆλθε τοῦ συμποσίου ὡς κεκμηκὼς τὴν ἐσθῆτα ἀλλάξων. ἐκυκλώσαντο τὸν ἀνδρῶνα ὁπλῖται πολλοί· χίλιοι δὲ ξίφη σπασάμενοι, δύο κατὰ ἔνα στάντες πάντας ἀπέσφαξαν τοὺς κατακειμένους. Ἀγαθοκλῆς Ὀφέλαν Κυρηναῖον σὺν πολλῇ δυνά- μει στρατεύσαντα πυθόμενος εἶναι φιλόπαιδα ὅμηρον αὐτῷ τὸν ἴδιον υἱὸν ἔπεμψεν Ἡρακλείην ὡραῖον ὄντα ἐντολὴν δοὺς τῷ παιδὶ ἀντισχεῖν τῇ πείρᾳ μέ- χρις ὀλίγων ἡμερῶν. ἧκεν ὁ παῖς· ὁ Κυρηναῖος τῆς ὥρας ἡττώμενος περιεῖπεν αὐτὸν καὶ περὶ τὴν θερα- πείαν αὐτοῦ μόνον ἠσχολεῖτο. Ἀγαθοκλῆς ἄφνω τοὺς Συρακουσίους ἐπαγαγών τόν τε Ὀφέλαν ἀπέκτεινε καὶ τῆς δυνάμεως αὐτοῦ πάσης ἐκράτησε καὶ τὸν υἱὸν ἀπέ- λαβεν οὐχ ὑβρισθέντα. Ἀγαθοκλῆς ἐπὶ Καρχηδόνα διαπλεῦσαι βουλόμενος ἤδη μέλλων ἀνάγεσθαι δοκιμάζει, τίνες αὐτῷ συνδια- πλεῦσαι προθυμοῖντο, καὶ δὴ προέγραψεν ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν ἰδίων κτημάτων᾿. ἐξῆλθον συχνοί. τοὺς μὲν δὴ ἔκτεινε πάντας ὡς δειλοὺς καὶ ἀπίστους· τοὺς δὲ μείναντας ὡς ἀνδρείους καὶ πιστοὺς ἐπαινέσας διέβαλεν ἐς τὴν Λιβύην ἑξήκοντα ναυσὶ καὶ τῆς γῆς ἐπιβὰς παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζοιντο γενναιότερον οἱ στρατιῶται τὸ δύνασθαι φεύγειν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτοις τοῖς στρατηγήμασι χρησάμενος Ἀγαθοκλῆς αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἐν Λιβύῃ πόλεων ἐκράτησεν. Ἀγαθοκλῆς δισχιλίους στρατιώτας συντεταγμένους ᾔτησε παρὰ Συρακουσίων ὡς διαβησόμενος ἐς τὴν Φοινίκην φάσκων τῶν ἐκεῖ τινὰς προδιδόντας μετὰ σπουδῆς αὐτὸν καλεῖν. πιστεύσαντες ἔδωκαν οἱ Συρα- κούσιοι. ὁ δὲ λαβῶν τοὺς στρατιώτας Φοίνιξι μὲν μακρὰν χαίρειν ἔφη, ὁρμήσας δὲ ἐπὶ τοὺς συμμάχους τὰ περὶ τὴν Ταυρομενῖτιν φρούρια κατέσκαψεν. Ἀγαθοκλῆς πρὸς Ἀμίλκαν ἀνοχὴν ἔθετο, ὥστε ὁ μὲν εἰς Λιβύην ἀπῆρεν. ὁ δὲ συναγαγὼν ἐκκλησίαν τῶν Συρακουσίων ταύτηνʼ, [ἔφη], τὴν ἡμέραν ηὐ- ξάμην, ἐν ἧ τοὺς πολίτας ὄψομαι τὴν ἐλευθερίαν ἔχον- ταςʹ. ταῦτα λέγων, τὴν χλαμύδα περιελὼν καὶ τὴν μάχαιραν αὐτὸν ἰδιώτην ἀπέφηνε. τῶν Συρακουσίων ὡς ἀνδρὶ δημοτικῷ καὶ μετρίῳ τὴν πολιτείαν ἐπιτρε- ψάντων, ὁ δὲ μετὰ τὴν ἕκτην ἡμέραν πολλοὺς φονεύ- σας τῶν πολιτῶν, διώξας δὲ πλείους τῶν πεντακισχι- λίων αὐτὸς τὴν ἀρχὴν τῶν Συρακουσίων κατέσχεν. Ἀγαθοκλῆς μαθών τοὺς περὶ Τίσαρχον καὶ Ἀν- θρώπινον καὶ Διοκλέα φίλους ἐπιβουλεύειν αὐτῷ κα- λέσας αὐτοὺς ἐνεχείρισεν αὐτοῖς πολλὴν στρατιὰν, ἴνα πόλει συμμάχῳ πολεμουμένῃ βοηθοῖεν ἐξελθόντες· καὶ ῾αὔριόν γε᾿ ,ἔφη, συνελθόντες εἰς τὸ Τιμολεόντειον μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων διατάξωμεν τὴν ἔξο- δονʹ. οἱ μὲν ἄσμενοι ταῦτα ἐδέξαντο ὡς μέλλοντες καὶ δύναμιν στρατιωτικὴν ἔχειν πρὸς τὴν ἐπίθεσιν. ἐπεὶ δὲ τῆς ὑστεραίας εἰς τὸ Τιμολεόντειον συνῆλθον, ὁ μὲν Ἀγαθοκλῆς ἐσήμηνε τὴν σύλληψιν· οἱ δὲ τὸ σύνθημα δεξάμενοι τοὺς περὶ Διοκλέα καὶ Τίσαρχον καὶ Ἀνθρώπινον, ἄνδρας τῶν διακοσίων πλείονας, ἐξεκέντησαν. ὅσοι δὲ βοηθεῖν τούτοις ἐπειρῶντο, καὶ οὗτοι προσανῃρέθησαν οὐκ ἐλάττους τῶν ἑξακοσίων.