# Strategemata 41. ΑΜΙΛΚΑΣ.

Polyaenus, Strategemata, ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/41.%20%CE%91%CE%9C%CE%99%CE%9B%CE%9A%CE%91%CE%A3.

Ὅτι Ἀμίλκας Ἕλληνι τακτικῷ χρώμενος τοῦτον αἰσθόμενος Ἀγαθοκλεῖ πάντα ἐξαγγέλλειν ὅσα μέλλοι πράττειν, προεῖπεν, ὡς τὸ ναυτικὸν ἐκεῖ πέμψας βούλοιτο καταλαβέσθαι τὸ παρὰ Συρα- κούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγα- θολεῖ τοῦτο προεμήνυσεν, ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, ἐπειδὰν παραλλάξωσι μικρὸν νυκτὸς, πάλιν συντόνως ἐπανελ- θεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμπιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυγῆς καὶ θορύβου προσπεσών ἐφόνευσε τῶν Ἀγα- θοκλείων στρατιωτῶν ἑπτακισχιλίους. Ὅτι Ἀμίλκας πλῆθος Καρχηδονίων νεῶν [ἔχων τοῖς] θεασα- μένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν κρουσόμενος, νυκτὸς δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας τετρακισχιλίους δι- ἐγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν, οἱ δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
