# Strategemata 5. ΦΕΟΚΛΗΣ.

Polyaenus, Strategemata, ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/5.%20%CE%A6%CE%95%CE%9F%CE%9A%CE%9B%CE%97%CE%A3.

Θεοκλῆς Χαλκιδέας τοὺς ἀπʼ Εὐβοίας ἀγαγών τὴν Λεοντίνων κατέσχε μετὰ Σικελῶν, οἱ προενοικοῦντες ἐτύγχανον. ἐπεὶ δὲ καὶ Λάμις ἐκ Μεγάρων ἀποικίαν ἀγαγὼν τῇ Λεοντίνων προσβάλλειν [παρεσκευάζετο], αὐτὸς μὲν ἐκβαλεῖν ἔφη τοὺς συνοικοῦντας Σικελοὺς μὴ δύνασθαι διὰ τοὺς ὅρκους, ἐκείνοις δὲ νυκτὸς ἀνοίξειν τὰς πύλας, καὶ παρελθόντας αὐτοὺς χρῆσθαι τοῖς Σικελοῖς ὡς πολεμίοις. ὁ μὲν ἀνέῳξεν, οἱ δὲ Μεγαρεῖς καταλαβόμενοι τὴν ἀγορὰν καὶ τὴν ἀκρόπο- λιν ὡπλισμένοι προσέπιπτον τοῖς Σικελοῖς. οἱ δὲ κατα- ληφθέντες ἄοπλοι τὴν πόλιν ἐκλιπόντες ἔφευγον· Με- γαρεῖς δὲ ἀντὶ Σικελῶν Χαλκιδεῦσι συνῴκησαν. Θεοκλῆς Μεγαρέας Χαλκιδεῦσι συνοικήσαντας ἕξ μῆνας τῆς πόλεως ἐξέβαλε φήσας εὔξασθαι κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐὰν κρατήσωμεν τῆς πόλεως ἀσφαλῶς, θύσειν τοῖς δώδεκα θεοῖς καὶ πέμψειν πομ- πὴν ὅπλοις κεκοσμημένην᾿. τῶν δὲ Μεγαρέων [οὐδὲν] ὑπιδομένων, ἀλλὰ θύειν ἀγαθῇ τύχῃ κελευόντων, οἱ Χαλκιδεῖς παρʼ αὐτῶν εἰς τὴν πομπὴν χρησάμενοι τὰς πανοπλίας, τῆς θυσίας γενομένης, αὐτοὶ νόμῳ πομπῆς βαδίζοντες, ἐπειδὴ κατὰ τὴν ἀγορὰν ὡπλισμένοι κάτε- στησαν, Θεοκλῆς ἐκέλευσεν ἀνειπεῖν τὸν κήρυκα· ῾ Με- γαρεῖς ἐκ τῆς πόλεως ἀπιόντων πρὸ δύντος ἡλίουʼ. οἱ δὲ ἐπὶ τοὺς βωμοὺς ἱκέται καταφυγόντες ἠξίουν μὴ διώκεσθαι ἢ μετὰ τῶν ὅπλων ἐκπέμπεσθαι. Θεο- κλῆς μετὰ τῶν Χαλκιδέων ἐβουλεύσατο οὐκ ἀσφαλῶς ἔχειν ἐκβαλεῖν τοσούτους ἐχθροὺς ὡπλισμένους. καὶ δὴ γυμνοὶ Μεγαρεῖς τῆς Λεοντίνων ἐκπεσόντες Τρώ- τιλον κατῴκησαν μέχρι ἑνὸς χειμῶνος· μέχρι γὰρ το- σούτου συνεχώρησαν οἱ Χαλκιδεῖς.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
