# Strategemata 52. ΔΗΙΔΑΜΕΙΑ.

Polyaenus, Strategemata, ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/52.%20%CE%94%CE%97%CE%99%CE%94%CE%91%CE%9C%CE%95%CE%99%CE%91.

Δηϊδάμεια Πύρρου θυγάτηρ Ἀμβρακίαν κατα- λαβομένη, τιμωρῆσαι Πτολεμαίῳ δολοφονηθέντι προ- ελομένη, πρεσβευσαμένων Ἠπειρωτῶν τὸν πόλεμον κατέθετο ἐπὶ τῷ τὸν κλῆρον καὶ τὰς τιμὰς τῶν προ- γόνων ἔχειν. καὶ λαβοῦσα πίστεις ἐξηπατήθη· συν- ταξάμενοι γὰρ τῶν Ἠπειρωτῶν τινὲς Νέστορα τῶν Ἀλεξάνδρου σωματοφυλάκων ἀναιρήσοντα αὐτὴν εἰσ- έπεμψαν. ὁ δὲ κάτω νεύσασαν αἰδεσθεὶς καὶ καταπλαγεὶς ἀνέστρεψεν. ἡ δὲ κατέφυγεν ἐς τὸ ἱερὸν τῆς Ἡγεμόνης Ἀρτέμιδος, Μίλων δὲ αἰτίαν ἔχων ὡς τὴν αὑτοῦ μητέρα Φιλωτέραν ἀποκτείνας ὥρμησεν ἐπʼ αὐτὴν ὡπλισμένος. ἡ δὲ ἀνεβόησεν· ῾ ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον.᾿ τοῦτο μόνον αὐτὴν ἐκβοήσασαν ὁ Μίλων ἀπέκτεινεν ἐν τῷ τεμένει τῆς θεοῦ.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
