Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 6. ΑΝΤΙΓΟΝΟΣ..1
Not analysed yet
Ἀντίγονος ἐκράτησε Κορίνθου τοιῷδε στρατη- γήματι. Ἀλέξανδρος ὁ κατέχων Ἀκροκόρινθον ἐτελεύ- τησεν· ἦν αὐτῷ γυνὴ Νίκαια ἡλικίας ἅλις ἔχουσα. ταύτην Ἀντίγονος τῷ υἱῷ Δημητρίῳ μνηστεύεται· ἡ δὲ ἀσμένη μειρακίῳ καὶ βασιλεῖ πρὸς γάμον αὑτὴν ἐπέδωκεν. ἦν θυσίᾳ μεγαλοπρεπής· πανήγυρις Ἑλλη- νική· Ἀμοιβεὺς κιθαρῳδεῖν ἔμελλε· πολλὴ σπουδὴ περὶ τὴν θέαν ἦν· τὴν Νίκαιαν αὐτὴν ἐν φορείῳ βασιλικῶς κεκοσμημένῳ, τρυφῶσαν καὶ θρυπτομένην, δορυφόροι παρέπεμπον. ἐς δὲ τὸ θέατρον ἐσιούσης, μακρὰν χαίρειν τῷ κιθαρῳδῷ καὶ τῷ γάμῳ φράσας Ἀντίγονος ὥρμη- σεν ἐπὶ τὸν Ἀκροκόρινθον καὶ τῶν φυλάκων περὶ τὴν πανήγυριν ἀσχολουμένων καὶ θέαν κατειληφότων ῥᾳ- δίως κατέσχε τὸ χωρίον καὶ τῆς Κορίνθου πάσης ἐκρά- τησε στρατηγήματι τῷ γάμῳ χρησάμενος. Ἀντίγονος ταῖς πρεσβείαις χρηματίζων προεδιδά- σκετο ἐκ τῶν ὑπομνημάτων, τίνες εἶεν ὡς αὐτὸν οἱ καὶ πάλαι πρεσβεύσαντες καὶ μετὰ τίνων καὶ ὑπὲρ οἵων πραγμάτων. ἐν δὲ ταῖς ἐντεύξεσιν ἀπομεμνημέ- νος ἑκάστου πρὸς τοὺς πρεσβεύοντας πάντας ἐξε- πτόησεν ὡς μνήμην ἔχων ὑπερβάλλουσαν. Ἀντίγονος Μέγαρα πολιορκῶν τοὺς ἐλέφαντας ἐπῆγεν. οἱ Μεγαρεῖς σύας καταλείφοντες ὑγρᾷ πίσσῃ καὶ ὑφάπτοντες ἠφίεσαν· αἱ δὲ ὑπο τοῦ πυρὸς και- όμεναι κεκραγυῖαι πολλῷ δρόμῳ εἰς τοὺς ἐλέφαντας ἐνέπιπτον· οἱ δὲ οἰστρῶντες καὶ ταρασσόμενοι ἄλλος ἄλλῃ διέφευγον. Ἀντίγονος τοῦ λοιποῦ προσέταξε τοῖς Ἰνδοῖς τρέφειν ὗς μετὰ τῶν ἐλεφάντων, ἵνα τὴν ὄψιν αὐτῶν καὶ τὴν κραυγὴν τὰ θηρία φέρειν ἐθίζοιτο. Ἀντίγονος Ἀντίπατρον κινδυνεύοντα βληθῆναι ὑπὸ Μακεδόνων ἔσωσε. τοῦ στρατοπέδου μέσος ἦν ποταμὸς ὀξὺς τὸ ῥεῦμα γέφυραν ἔχων· ἔνθεν οἱ Μακε- δόνες ἐσκήνουν· ἐκεῖθεν Ἀντίγονος ἔχων ἱππέας ὁμο- φρονοῦντας. οἱ μὲν μετὰ πολλοῦ θορύβου καὶ μεγάλης βοῆς ᾔτουν χρήματα βαλεῖν ἀπειλοῦντες, εἰ μὴ λάβοιεν· Ἀντίπατρος δὲ μὴ ἔχων δοῦναι ἦν ἐν ἀμηχάνῳ. Ἀντί- γονος ἔφη πρὸς αὐτὸν ἀλλʼ ἔγωγέ σοι δώσω καιρὸν ἀφόδουʼ. ταῦτα εἰπὼν, ἐν αὐτῇ τῇ πανοπλίᾳ διαδρα- μὼν τὴν γέφυραν, μέσας τεμὼν τὰς φάλαγγας ἑκάστῳ προσῄει ἐοικὼς δημηγορήσοντι. οἱ Μακεδόνες ὡς ἀνδρὶ τῶν ἐπιφανῶν ἐξεχώρουν καὶ παρίεσαν καὶ πάντες εἵποντο ἀκουσόμενοι [ὧν] προλέγειν μέλλει. ἐπεὶ δὲ περιέστη τὸ πλῆθος, μακρὰ ἐδημηγόρησεν ἀπολο- γούμενος ὑπὲρ Ἀντιπάτρου, ἐπαγγελλόμενος, παρακα- λῶν, διαλλάσσων. ἐν δὲ τῷ καιρῷ τῆς μακρᾶς δημη- γορίας Ἀντίπατρος μετὰ τῶν ἱππέων τὴν γέφυραν παρελθὼν ἐξέφυγε τοὺς ἀπὸ τῶν στρατιωτῶν λίθους. Ἀντίγονος ὁ πρῶτος, [εἰ μὲν δύναμιν εἶχε] ἰσχυροτέραν, τῷ πολέμῳ σχολαίτερον ἐχρῆτο· εἰ δὲ ἀσθενεστέραν, φιλοκινδύνους τὰς ἐπιθέσεις ἐποιεῖτο τοῦ ζῆν ἀγεννῶς τὸ θνήσκειν ἀνδρείως αἱρετώτερον ἡγούμενος. Ἀντίγονος ὅτε περὶ Καππαδοκίαν ἐχείμαζεν, ἀπέστη- σαν αὐτοῦ Μακεδόνες ὁπλῖται τρισχίλιοι. οὗτοι κατα- λαβόμενοι λόφους καρτεροὺς Λυκαονίαν ἐπόρθουν, ἤδη δὲ καὶ Φρυγίαν. Ἀντίγονος κτεῖναι μὲν τοσούτους ὠμὸν ἡγεῖτο· ἐδεδοίκει δὲ, μὴ προσθοῖντο τοῖς πολε- μίοις, ὧν Ἀλκέτας ἦρχεν. τοιοῦτό τι οὖν ἐμηχανή- σατο καθῆκε πρὸς αὐτοὺς Λεωνίδαν τῶν ἰδίων ἡγε- μόνων [ὡς ἐπὶ] κοινοπραγίᾳ τῆς ἀποστάσεως δή· οἱ δὲ ἄσμενοι τὸν ἄνδρα ἐδέξαντο καὶ στρατηγὸν εἵλοντο. Λεωνίδας πρῶτον μὲν ἔπεισεν αὐτοὺς προστίθεσθαι μηδενὶ, ὥστε γε τοῦτο πρῶτον Ἀντιγόνῳ κατώρθωτο ἔπειτα δὲ κατήγαγεν αὐτοὺς ἀπὸ τῶν λόφων ἐς χωρίον ἱππάσιμον, ἀφίππους ὄντας. ἐνταῦθα προσιππασάμε- νος Ἀντίγονος Ολκίαν καὶ δύο τῆς ἀποστάσεως ἐξάρ- χους συνέλαβεν. οἱ μὲν ὑπὲρ σωτηρίας αὑτῶν ἱκέτευον. ὁ δὲ ἀφήσειν τούτους ὑπέσχετο, εἰ μετὰ ἡσυχίας εἰς Μακεδονίαν ἐπανέλθοιεν. ἐπὶ τούτοις ἐσπείσαντο καὶ ἀνεχώρησαν. Ἀντίγονος Λεωνίδαν τῶν ἀνδρῶν ἡγή- σασθαι μέχρι Μακεδονίας [ἐκέλευσεν] ὡς ἀσφαλῶς αὐτοὺς εἰς τὴν οἰκείαν παραπέμψοντα. Ἀντίγονος Ἀτταλον, Ἀλκέταν, Δόκιμον, στρατη- γοὺς Μακεδόνων οὐκ ἀδόξους, ἐν αὐλῶνι Πισιδικῷ στρατοπεδεύοντας ἐδίωκε κρύβδην. τῶν δʼ ἐλεφάντων κλαγξάντων καὶ φρυαξαμένων ᾔσθοντο, ὡς Ἀντίγονος προσάγοι· μόνῳ γὰρ τούτῳ παρασκευὴ τοιούτων θη- ρίων ἦν. Ἀλκέτας τὸ πελταστικὸν ἀναλαβὼν τὴν διὰ τῶν ὀρῶν τραχεῖαν καὶ δύσβατον οὖσαν ἠπείγετο κατα- λαβέσθαι. Ἀντίγονος Ἀλκέταν μὲν οὐκ ἐδίωξε· λοξώ- σας δὲ τὴν στρατιὰν ὑπὸ τοὺς τῶν ὀρῶν λαγόνας ἔσπευσεν ἐπὶ τὸ στρατόπεδον [καὶ] κατέλαβε τῶν πολεμίων τοὺς μὲν ἄρτι ὁπλιζομένους, τοὺς δὲ ἀόπλους, ταρασσομέ- νους δὲ πάντας· ὥστε φόνου μὲν ἀπεχόμενος, σωτη- ρίαν δὲ ὑποσχόμενος χωρὶς μάχης ἐνίκησεν. Ἀντιγόνου νῆες ἑκατὸν τριάκοντα, ὧν ἦν ναύαρχος Νικάνωρ, ἐναυμάχησαν πρὸς τὸ Πολυσπέρχοντος ναυ- τικὸν, οὗ Κλεῖτος ἐναυάρχει. Ἑλλήσποντος, ἔνθα ἡ μάχη. Νικάνωρ τῶν ναυτῶν ὑπʼ ἀπειρίας πρὸς ἐναν- τίον κῦμα βιαζομένων ἀπέβαλε ναῦς ἑβδομήκοντα. τῶν πολεμίων λαμπρῶς νικησάντων παρῆν Ἀντίγονος ἑσπέρας καὶ τὴν ἧτταν οὐκ ἔδεισεν· ἀλλὰ τοὺς μὲν ἐπὶ τῶν λοιπῶν νεῶν ἑξήκοντα ἑτοίμους εἶναι πρὸς ναυμαχίαν αὖθις νυκτὸς ἐκέλευσε· τῶν δὲ ὑπασπιστῶν τοὺς ἀλκιμωτάτους ἐπιστήσας τοῖς σκάφεσι προσέταξεν ἀπειλεῖν ὡς ἀποκτενοῦσι τοὺς μὴ χωροῦντας ἐς μάχην. Βυζάντιον δὲ φίλην ἔχων, ἐγγὺς οὖσαν, ἐντεῦθεν ὑπη- ρεσίαν ναυτικὴν διὰ τάχους ἐκέλευσε [ἐπιπλεῦσαι], πελταστὰς καὶ ψιλοὺς καὶ τοξότας χιλίους παρὰ τὰς ναῦς τῶν πολεμίων ὁρμούσας ἀπὸ γῆς ἀκοντίζειν καὶ τοξεύειν ἔταξεν. ταῦτα μὲν ἐν νυκτὶ μιᾷ διετέτακτο. ἀρχομένης δὲ ἕω οἱ μὲν ἀπὸ γῆς ἐτόξευον καὶ ἠκόν- τιζον· οἱ πολέμιοι δὲ, οἱ μὲν ἔτι καθεύδοντες, οἱ δὲ ἄρτι ἀφυπνίζοντες, ἀφυλάκτως ἐτιτρώσκοντο. ἄλλοι μὲν ἀνέσπων τὰ πρυμνήσια, ἄλλοι δὲ ἀνεῖλκον τὰς ἀποβάθρας, ἄλλοι δὲ ἀγκύρας ἀνιμῶντο· πάντων δὲ βοὴ καὶ τάραχος ἦν. Ἀντίγονος ἐσήμηνε καὶ ταῖς ἑξή- κοντα ναυσὶν ἐπιπλεῦσαι καὶ μετὰ θυμοῦ καὶ ῥοθίου ποιεῖσθαι τὰς ἐμβολὰς. αὐτίκα δὴ συνέβαινε, τῶν μὲν ἀπὸ γῆς βαλλόντων, [τῶν δὲ ἐπιπλεόντων,] κρατεῖν μὲν [τοὺς ἡττημένους, ἡττᾶσθαι δὲ] τοὺς νε- νικηκότας. Ἀντίγονος μετὰ τὴν νίκην τῆς ἐν Ἑλλησπόντῳ ναυμαχίας πλεῖν τὰς ναῦς ἐπὶ Φοινίκης ἔταξε, τοὺς μὲν ναύτας ἐστεφανωμένους, τὰς δὲ πρύμνας κεκοσμη- μένας λαφύροις καὶ ἀκροστολίοις αἰχμαλώτων τριήρων· τοῖς δὲ κυβερνήταις ἐνετείλατο κατὰ τὸ πέλαγος παρα- πλεῖν πᾶσι μὲν ὅρμοις, πάσαις δὲ πόλεσι προσπελά- ζοντας, ὅπως ἡ νίκη διαβόητος ἀνὰ πᾶσαν τὴν Ἀσίαν γένοιτο. Φοίνισσαι νῆες ὁρμοῦσαι Κιλικίας ὑπὸ τῷ Ῥωσίῳ λιμένι χρήματα Εὐμένους ἄγουσαι Σωσιγένην ναύαρχον εἶχον. ὁ μὲν Σωσιγένης ἐπὶ ὀρθίου πάγου διέτριβεν ἀποσκοπῶν τὴν τοῦ πελάγους κίνησιν. οἱ δὲ ἀπὸ τῶν Φοινισσῶν νεῶν, ὡς εἶδον τὰς νικώσας λαμπρῶς κεκοσμημένας, ἁρπάσαντες τὰ χρήματα ἐσ- επήδησαν ἐς τὰς Ἀντιγόνου τριήρεις· αἱ δὲ αὐτίκα ἀνήγοντο πολλὰ χρήματα καὶ συμμάχους [ἄγουσαι]. Σωσιγένης δὲ ὁ ναύαρχος τὸ πέλαγος ἀπεσκόπει. Ἀντίγονος καὶ Εὐμένης παρετάξαντο· ἀγχώμαλος ἡ νίκη· Εὐμένης κήρυκα περὶ νεκρῶν ἀναιρέσεως ἔπεμψεν. Ἀντίγονος πλείονας ὄντας τοὺς οἰκείους νεκροὺς λαθεῖν βουλόμενος ἐπὶ τοσοῦτον κατέσχε τὸν κήρυκα, ἐφʼ ὅσον αὐτῶν πάντων τὰ σώματα ἔκαυ- σεν. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ ταφὴ, τότε τὸν κήρυκα ἀπέπεμψε συγχωρῶν τὴν ἀναίρεσιν. Ἀντίγονος ἐν Γαδαμάρτοις τῆς Μηδίας προσε- χείμαζεν. Εὐμένης προκατελάβετο τὴν ὁδὸν ἄχρι στᾶ- δίων χιλίων διατάξας τὴν δύναμιν πανταχοῦ. ἦν δὲ ἡ μὲν ὁδὸς παρὰ τὰς ὑπωρείας· τὸ δὲ κάτω πεδίον ὁμαλὸν, ἄνυδρον, ἀοίκητον, οὐ βοτάνην ἔχον, οὐ δέν- δρον, οὐ φυτὸν, ἀσφαλτῶδες δὲ καὶ πλῆθον ἁλμυρίδος· οὐκ ἄρα ἦν διαβατὸν οὔτε ζώοις οὔτε ἀνθρώποις. Ἀντίγονος τὰς κατὰ τὴν ὁδὸν φυλακὰς ἐκκλῖναι στρα- τηγῶν μέσον ἔγνω τὸ πεδίον τεμέσθαι. προσέταξε δὴ ῥάψασθαι μυρίους ἀσκοὺς καὶ πλῆσαι τούτους ὕδα- τος καὶ σιτία δέκα ἡμερῶν πέψαντας ἔχειν καὶ κριθὰς τοῖς ἵπποις καὶ χιλὸν αὐτάρκη. τὰ μὲν ηὐτρέπιστο· ὁ δὲ διὰ τῆς ἀοικήτου μέσης ἦγε τὴν στρατιὰν τῇ νυκτὶ [πυρὰ] καίειν οὐκ ἐπιτρέπων, ἴνα μὴ τοῖς φυλάτ- τουσι τὰς ὑπωρείας κατάδηλον γένηται. καὶ μὴν μέχρι τέλους ἔλαθον ἂν, εἰ ἐπείσθησαν τῷ Ἀντιγόνου παραγ- γέλματι. ὀλίγοι δὲ αὐτῶν παγετώδους νυκτος γενο- μένης πῦρ ἀνέκαυσαν, ὥστε τὴν φλόγα ἰδόντες οἱ πολέμιοι συνῆκαν καὶ τὸ πεδίον ἐκβαινόντων προσ- βαλόντες κατὰ τὴν οὐραγίαν ἔστιν οὓς τῶν ὑστάτων ἀπέκτειναν. ὅσον δὲ ἐπὶ τῷ Ἀντιγόνου στρατηγήματι ἀβλαβεῖς ἐσώθησαν [ἂν] πάντες. Ἀντίγονος ἐν παρατάξει ὅρους ὑπτίαν λαγονα περιλαβὼν, ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἕκτα- ξιν οὐκ ἐχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ κατ- έσυρεν. Ἀντίγονος περὶ τὴν Γαβιηνὴν συνέβαλλεν Εὐμένει μάχην. ἦν πεδίον λεπτόγεων καὶ ψαμμῶδες· ἐν τούτῳ συνιόντων μεγάλων στρατευμάτων αἴρεται νεφελώδης κόνις ἐπισκοτοῦσα καὶ φιλίοις καὶ πολεμίοις. ἡ μάχη μὲν ἐν χερσὶν ἦν. Ἀντίγονος δὲ τῶν Εὐμενείων στρα- τιωτῶν εἰδὼς ἑπομένην τὴν ἀποσκευὴν, ἐν ᾗ γυναῖκες ἦσαν αὐτῶν καὶ τέκνα καὶ παλλακαὶ καὶ οἰκέται καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα ἐκτήσαντο ἀπὸ τῆς μετὰ Ἀλεξάνδρου στρατείας, ἐκέλευσεν ἐπιλέκτους ἴλας περιελάσαι τὴν ἀποσκευὴν ἐς τὴν ἑαυτῶν στρατοπε- δείαν. οἱ μὲν περιήλασαν ἀσχολουμένων τῶν πολε- μίων περὶ τὴν μάχην καὶ τῆς κόνεως ἐπισκοτούσης. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ μάχη [καὶ] πεντακισχίλιοι μὲν ἔπεσον Ἀντιγόνου, τριακόσιοι δὲ Εὐμένους, μέγα δὴ φρονοῦντες ἐπὶ τῇ νίκῃ διελύθησαν. ἐπεὶ δὲ τὴν ἀποσκευὴν εἶδον ἡρπασμένην καὶ τοὺς οἰκείους ἀπο- λωλότας, ἀθυμία καὶ θρῆνος ἦν τῶν νενικηκότων. ὥστε οἱ πλεῖστοι διὰ τὸν ἔρωτα τῶν οἰκείων ἐπρεσ- βεύοντο παρὰ Ἀντίγονον ἀξιοῦντες αὐτῷ προστίθεσθαι. Ἀντίγονος τὴν ἀποσκευὴν τῶν Εὐμενείων στρατιωτῶν ὰρπάσας, ἐπειδὴ βαρέως ἔφερον ἀπολέσαντες τὰ φίλ- τατα, ἐκήρυξεν προῖκα ἀποδώσειν τὰ ἡρπασμένα. οἱ δὲ πρὸς τὸ κήρυγμα αὐτίκα μετεβάλοντο, οὐ μόνον οἱ Μακεδόνες, ἀλλὰ καὶ μύριοι Περσῶν, ὧν ἦρχε Πευκέστης· καὶ γὰρ οὗτος τοὺς Μακεδόνας ἰδὼν ἀντι- γονίζοντας ὡς τούτους ἐνέκλινεν. τέλος δὲ τοσαύτη μεταβολὴ γνώμης καὶ τύχης ἐγένετο, ὥστε οἱ ἀργυ- ράσπιδες συλλαβόντες Εὐμένη δεσμώτην παρέδωκαν, Ἀντίγονος δὲ ἁπάσης τῆς Ἀσίας βασιλεὺς ἀνηγορεύθη. Ἀντίγονος Πίθωνα σατράπην Μηδίας πυθόμενος ξενολογεῖν καὶ χρήματα συλλέγειν, ἀποστῆναι βεβου- λευμένον ἀπιστεῖν τοῖς ἀγγέλλουσι προσεποιήσατο φάσκων οὐκ ἂν ἐγὼ πιστεύσαιμι ταῦτα Πίθωνα πράτ- τειν, ᾧ πεντακισχιλίους Μακεδόνας ὁπλίτας καὶ Θρᾷκας χιλίους φύλακας τῆς σατραπείας πέμψαι παρεσκεύακα᾿. ταῦτα Πίθων ἀκούσας πιστεύει τῇ φιλανθρωπίᾳ καὶ διὰ τάχους ἧκε ληψόμενος τὴν ἐπικουρίαν. Ἀντίγονος δὲ ἐς τὸ κοινὸν τῶν Μακεδόνων ἐσαγαγῶν Πίθωνα ἑλὼν τιμωρησάμενος ἀπέκτεινεν. Ἀντίγονος τοὺς ἀργυράσπιδας, οἳ τὸν Εὐμένη δεσμώτην αὐτῷ παρέδωκαν, ἐτίμησε δωρεαῖς· τὸ δὲ ἄπιστον αὐτῶν φυλαττόμενος χιλίους μὲν αὐτῶν ἔδωκε συμμάχους εἶναι Σιβυρτίῳ τῷ σατράπῃ τῆς Ἀραχωσίας, τοὺς δὲ ἄλλους εἰς ἄλλα χωρία φρουροὺς διέπεμψεν ἐχυρὰ καὶ δύσβατα, ἵνα φρουρὰν αὐτὴν τὴν χώραν ἔχοιεν. διὸ ταχέως ἀφανεῖς πάντες ἐγένοντο. Ἀντίγονος ἐπολιόρκει Ῥόδον ἐπιστήσας τῇ πολιορ- κίᾳ τὸν υἱὸν Δημήτριον, κηρύξας αὐτομόλοις Ῥοδίοις εἶναι πᾶσαν ἀσφάλειαν· ὁπόσοι δὲ περὶ Συρίαν, Φοι- νίκην, Κιλικίαν, Παμφυλίαν ἦσαν ἔμποροι καὶ θαλασ- σουργοὶ Ῥόδιοι, καὶ τούτοις ἐκήρυξεν ἀσφάλειαν τῆς θαλάσσης ἐπὶ τῷ μὴ καταίρειν εἰς Ῥόδον, ἵνα βοηθείας ἐρήμην Ῥόδον ἐξέλοι, τῶν παρὰ Πτολεμαίου συμμά- χων οὐχ ἱκανῶν ὄντων ἀντισχεῖν Δημητρίῳ πολιορ- κοῦντι. Ἀντίγονος μισθοφόρους ἐμισθώσατο Γαλάτας, ὧν Κιδήριος ἦρχε, συνθέμενος [ἑνὶ] ἑκάστῳ δώσειν χρυσοῦν Μακεδονικὸν, ὅμηρα δοὺς τοῦ μισθοῦ ἄνδρας καὶ παῖδας τῶν εὐγενῶν. ἡ μάχη πρὸς Ἀντίπατρον ἐγένετο· ἐπεὶ δὲ ἐγένετο, οἱ Γαλάται τὸν μισθὸν ἀπῄ- τουν. Ἀντίγονος ἑκάστῳ θυρεαφόρῳ τὸν μισθὸν ἀπε- δίδου. οἱ Γαλάται καὶ τοῖς ἀόπλοις καὶ ταῖς γυναιξὶ καὶ τοῖς παισὶν ἀπῄτουν· τοῦτο γὰρ εἶναι τῶν Γαλα- τῶν ἑνὶ ἑκάστῳʼ. ἦν οὖν, εἰ μὲν οἱ μάχιμοι λαμβά- νοιεν, τριάκοντα τάλαντα· εἰ δὲ μετὰ τῶν ἀπομάχων, ἑκατόν. ἀφίσταται δὴ τὸ Γαλατικὸν καὶ τοὺς ὁμήρους ἀποκτενεῖν ἠπείλει. Ἀντίγονος δείσας περὶ τοῖς ὁμη- ρεύουσι πρεσβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσι δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυ- σίον. οἱ δὲ περιχαρεῖς τῷ πλήθει τῶν χρημάτων τοὺς ἀρίστους Γαλατῶν οἷα δὴ χρυσοφόρους ἔπεμψαν. Ἀντί- γονος κατασχὼν τοὺς ἥκοντας οὐκ ἄλλως ἔφη τοῖς Γαλάταις τοὺς ἄνδρας ἀποδώσειν, εἰ μὴ τοὺς αὑτοῦ ἀπολάβοι πάλιν. οἱ Γαλάται σπουδάζοντες ἀνασώσα- σθαι τοὺς αὑτῶν, ἀποδόντες τοὺς ὁμήρους τότε τοὺς ἰδίους ἀπολαμβάνουσι καὶ σὺν αὐτοῖς τὰ τριάκοντα τάλαντα. Ἀντίγονος Κασσάνδρειαν ἐπολιόρκει βουλόμενος ἐξελεῖν Ἀπολλόδωρον τὸν Κασσανδρέων τύραννον. δέκα μηνῶν χρόνος ἦν τῇ πολιορκίᾳ. αὐτὸς μὲν ἀνεχώρη- σεν· Ἀμεινίαν δὲ τὸν ἀρχιπειρατὴν καθῆκε συνθησό- μενον φιλίαν πρὸς Ἀπολλόδωρον. ὁ δὲ κήρυκα πέμψας πραϋνεῖν Ἀντίγονον ἐπηγγέλλετο καὶ σιτία πολλὰ καὶ οἶνον πέμψειν, ὥστʼ ἐδόκει πιστὸς Ἀμεινίας. οἱ δὲ ἀμφὶ τὸν τύραννον τῇ τε Ἀμεινίου φιλίᾳ πιστεύοντες καὶ τῆς ἀπουσίας τῆς Ἀντιγόνου καταφρονοῦντες οὐκ ἀκριβῶς ἐφύλαττον τὰ τείχη. τῷ δὲ Ἀμεινίᾳ κλίμακες ἰσομήκεις τοῖς τείχεσιν ἐπεποίηντο, καὶ ὑπὸ τὴν καλου- μένην Βῶλον, ἀπέχουσαν οὐ πρόσω τῶν τειχῶν, ἀπε- κρύπτοντο στρατιῶται δισχίλιοι καὶ μετὰ τούτων Αἰτω- λοὶ πειραταὶ δέκα, ὧν Μελάτας ἡγεῖτο. οὗτοι κατὰ τὴν πρώτην αὐγὴν τῆς ἡμέρας ἀραιοὺς τοὺς ἐπὶ τῶν τειχῶν φρουροὺς ἰδόντες προσέρπουσι τοῖς μεσοπυρ- γίοις καὶ προσθέμενοι τὰς κλίμακας αἴρουσι σύνθημα. Ἀμεινίας μετὰ τῶν δισχιλίων στρατιωτῶν ἀναβὰς διὰ τῶν κλιμάκων ἐκράτησε τῶν τειχῶν, ὥστε οἱ μὲν ἔνδον ἦσαν, Ἀντίγονος δὲ αὐτίκα παρῆν· καὶ τὴν Κασσάν- δρειαν κατασχὼν τὴν Ἀπολλοδώρου τυραννίδα κατέ- λυσεν. Ἀντίγονος ἐλάττονας ἔχων στρατιώτας ἀντεστρα- τοπεδεύετο τοῖς περὶ Εὐμένη πολεμίοις. ἐπικηρυκευ- ομένων δὲ συνεχῶς προσυνέταξεν, ἐπειδὰν ὁ κήρυξ ἀφίκηται, στρατιώτην ἐσδραμεῖν πνευστιῶντα, κεκονι- μένον, ἀγγέλλοντα οἱ σύμμαχοι πάρεισιν᾿. Ἀντίγονος μὲν ἀκούσας περιχαρὴς ἀνεπήδησε· τοὺς κήρυκας ἀπο- πεμψάμενος καὶ τῆς ὑστεραίας τὸ μῆκος τῆς φάλαγγος διπλάσιον ἐκτείνας τοῦ χάρακος ἐξήγαγεν. οἱ δὲ πολέ- μιοι παρὰ τῶν κηρύκων ἀκούσαντες τὴν παρουσίαν τῶν συμμάχων τὴν μὲν ἔκτασιν τοῦ μήκους τῆς φά- λαγγος ὁρῶντες, τὸ δὲ βάθος εὐκαταφρόνητον ἔχοντος, μάχην συνάψαι φοβηθέντες φυγόντες ᾤχοντο. Ἀντίγονος τὰς Ἀθήνας βουλόμενος λαβεῖν εἰρήνην ἐσπείσατο τῷ τοῦ φθινοπώρου καιρῷ. Ἀθηναῖοι τὸν σῖτον κατασπείραντες ὀλίγον ἐφύλαξαν τὸν ἀποχρή- σοντα μέχρι τῆς τῶν καρπῶν ἀκμῆς. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος μετὰ τοῦ στρατεύματος ἐς τὴν Ἀττικὴν ἐνέβαλεν. οἱ δὲ τοῦ σίτου τὸν μὲν κατα- ναλωκότες, τὸν δὲ κωλυόμενοι θερίζειν Ἀντίγονον εἴσω τοῦ ἄστεος ἐξεδέξαντο καὶ ὑπήκουσαν ἅπασιν αὐτοῦ τοῖς προστάγμασιν.