# Strategemata 7. ΔΑΦΝΑΙΟΣ.

Polyaenus, Strategemata, ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/7.%20%CE%94%CE%91%CE%A6%CE%9D%CE%91%CE%99%CE%9F%CE%A3.

Δαφναῖος Συρακουσίων καὶ Ἰταλιωτῶν πρὸς Καρ- χηδονίους παρατασσομένων τὸ μὲν δεξιὸν κέρας ἐχόν- των Συρακουσίων, τὸ δὲ εὐώνυμον Ἰταλιωτῶν, ἀκού- σας μεγάλης βοῆς φερομένης ἀπὸ τῆς λαιᾶς τάξεως, προσδραμὼν, τοὺς Ἰταλιώτας ἰδὼν πονοῦντας καὶ ἡττωμένους, ἐπανελθὼν ἐπὶ τὸ δεξιὸν κέρας εὐηγγέλιζε τοῖς Συρακουσίοις, ὡς τῶν Ἰαλιωτῶν κατὰ τὴν εὐώ- νυμον τάξιν νενικηκότων· καλῶς δὲ ἔχειν καὶ παρʼ αὐτῶν ἔργον τι γενναῖον γενέσθαι. ὑπολαβόντες οἱ Συρακούσιοι τὸν στρατηγὸν ἀληθῆ λέγειν ἀνεβόησαν ῾ παντὶ θυμῷ τοῖς πολεμίοις ἐμβάλωμενʼ· καὶ δὴ προ- θύμως ἐμβαλόντες ἐτρέποντο τοὺς βαρβάρους.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
