# Strategemata 7. ΛΑΧΑΡΗΣ.

Polyaenus, Strategemata, BIBAION TPITON.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polyaenus/strategemata/7.%20%CE%9B%CE%91%CE%A7%CE%91%CE%A1%CE%97%CE%A3.

Λαχαρης ἁλισκομένων Ἀθηνῶν ὑπὸ Δημητρίου ἐσθῆτα οἰκετικὴν καὶ ἄγροικον λαβὼν, μέλανι χρί· σας τὸ πρόσωπον, κάλαθον ὑπὸ κόλπου κομίζων, διὰ πυλίδος μικρᾶς ὑπεξελθν, ἐπιβὰς ἵππου, δαρεικοὺς χρυσοῦς μετὰ χεῖρας ἔχων ἔφευγεν. ἱππεῖς Ταραντῖνοι πολλῇ σπουδῇ διώκοντες οὐκ ἀνίεσαν. ὁ δὲ κατʼ ὀλίγους τῶν δαρεικῶν ἐρρίπτει κατὰ τῆς ὁδοῦ· οἱ δὲ καταβαίνοντες ἀπὸ τῶν ἵππων συνέλεγον τὸ χρυσίον. τούτου γενομένου πολλάκις ἡ δίωξις μὲν διεκόπτετο, Λαχάρης δὲ ἱππεύσας ἔφθασεν ἐς τοὺς ἔοιωτούς. Λαχάρης Θηβῶν ἁλισκομένων εἰς τοὺς ὑπονόμους καταδὺς, μετὰ τρεῖς ἢ τέτταρας ἡμέρας ἑσπέρας ὑπὲξ- ελθῶν εἰς Δελφοὺς ἀφίκετο κἀκεῖθεν ὡς Λυσίμαχον. Λαχάρης τῶν πολεμίων Σηστοῦ κρατησάντων ὀλίγας μὲν ἡμέρας ἐν λάκκῳ διήγαγε καταδεδυκώς, τροφὰς ὀλίγας ἔχων, ὅσον μὴ τελευτῆσαι· γυναικὸς δὲ ἐκφορὰν οἰκείου νεκροῦ ποιουμένης ἐν γυναικείᾳ στολῇ ταῖς πενθούσαις ἀναμεμιγμένος, καλύπτραν ἔχων μέλαιναν ἐξῆλθεν ἔξω τείχους καὶ νυκτὸς ἐπιγενομένης ἐς Λυσιμάχειαν διῆλθεν.

---

Polyaenus, Strategemata, ed. Johannes Melber, Eduard von Woelfflin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0616.tlg001.local001/.
