# Peri Schematismou 615.8-616.7

Polybius Sardianus, Peri Schematismou, 615.8 to 616.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/polybius-sardianus/peri-schematismou/615.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/polybius-sardianus/peri-schematismou/615.8

Εἰ μὲν τίς θεὸς ἔστι, τοῦ οὐρανοῦν εὐρὺν ἔχουσι, Ἀρτεμίδι σε ἔγωγε Διὸς κόρη μεγάλοι Εἴδος τε μέγεθός τε φυὴν τ᾽ ἄχιστα εὖκοῦ. Ἡ δὲ εἰδικὴ ὁμοίωσις ἐστὶ παράθεσις ὁμοίων χαρακτήρων· οἷον Κείνου γὰρ τοιοῦδε πόδες, τοιαῦδε τε χεῖρες, Ὀφθαλμῶν τε βολαί, κεφαλὴ τ᾽ ἐφύπερθ᾽ τε χαῖται. Χαρακτηρισμὸς ἐστὶν ὑποτύπωσις ἰδιώματος ψυχῆς, οἷον· Εὔ δὲ σὺ οἶδα, γεραῖ διotreφεῖς, οἷον ἐκεῖνος Δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτίωστο. Τοποθεσία ἐστὶ τόπων ἰδίων ἀπόδοσις ὑφαιστώτων, οἷά ἐστι τὰ ἐπὶ τῆς Ἰθάκης, Φόρκυνος μὲν ὁδ᾽ ἐστὶ λιμὴν ἀλίου γείροντος Ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλήται ἐν αὐτῇ. καὶ ξῆς. ΠΟΛΥΒ. ΣΑΡΔΙΑΝ. ΠΕΡΙ ΣΧΗΜ. Τοπογραφία ἐστὶ τόπου ἰδίως ἀπόδοσις πεπλασμένον, ὡς ἔχει ἡ τε Καλυψοῦς νῆσος, "Τὴν δὲ σπῖος ἀμφὶ πεφύκει 43 τηλεθόωσα· καὶ τὰ ἐπὶ τῆς Λεχέιας· Νῆσος ἔπειτα Λέχεια παρακεκλιμένη 44 τετάνυσται. Εἶδος δ' ἂν εἴη τῆς ὁμοιώσεως καὶ ἡ καλουμένη διαφορά, ἥτις πᾶσι τοῖς ἄλλοις τῆς ὁμοιώσεως εἴδεσιν ἀντέστραπται· οἷον· Οὔτε θαλάσσης κῦμα τόσον βοάα 45 ποτὶ χέρσον· καὶ τὰ ἑξῆς.

---

Polybius Sardianus, Peri Schematismou. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003882.
