Ancient Greek · ~3 min
1.19.11 to 1.19.15
Polybius, Ἱστορίαι 1.19.11-15
Not analysed yet
γενομένου δʼ ἐγκλίματος ὁλοσχεροῦς οἱ μὲν πλεῖστοι διεφθάρησαν αὐτῶν, τινὲς δʼ εἰς Ἡράκλειαν ἀπεχώρησαν· οἱ δὲ Ῥωμαῖοι τῶν τε πλείστων ἐκυρίευσαν θηρίων καὶ τῆς ἐπισκευῆς ἁπάσης. ἐπιγενομένης δὲ τῆς νυκτός, καὶ διὰ τὴν ἐκ τῶν κατορθωμάτων χαρὰν καὶ διὰ τὸν κόπον ῥᾳθυμότερον ταῖς φυλακαῖς αὐτῶν χρησαμένων, ἀπελπίσας Ἀννίβας τὰ πράγματα καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς σωτηρίαν διὰ τὰς προειρημένας αἰτίας, ὥρμησε περὶ μέσας νύκτας ἐκ τῆς πόλεως, ἔχων τὰς ξενικὰς δυνάμεις. χώσας δὲ φορμοῖς ἀχύρων σεσαγμένοις τὰς τάφρους ἔλαθε τοὺς πολεμίους ἀπαγαγὼν ἀσφαλῶς τὴν δύναμιν. οἱ δὲ Ῥωμαῖοι τῆς ἡμέρας ἐπελθούσης συνέντες τὸ γεγονὸς καὶ τῆς οὐραγίας τῆς τῶν περὶ τὸν Ἀννίβαν ἐπὶ βραχὺ καθαψάμενοι μετὰ ταῦτα πάντες ὥρμησαν πρὸς τὰς πύλας. οὐδενὸς δʼ ἐμποδὼν αὐτοῖς ἱσταμένου, παρεισπεσόντες διήρπασαν τὴν πόλιν καὶ πολλῶν μὲν σωμάτων, πολλῆς δὲ καὶ παντοδαπῆς ἐγένοντο κατασκευῆς ἐγκρατεῖς.