Ancient Greek · ~2 min
1.3.9 to 1.3.10
Polybius, Ἱστορίαι 1.3.9-10
Not analysed yet
ἵνα μηδεὶς ἐπιστὰς ἐπʼ αὐτὴν τὴν τῶν πραγμάτων ἐξήγησιν τότε διαπορῇ καὶ ζητῇ ποίοις διαβουλίοις ἢ ποίαις δυνάμεσι καὶ χορηγίαις χρησάμενοι Ῥωμαῖοι πρὸς ταύτας ὥρμησαν τὰς ἐπιβολάς, διʼ ὧν καὶ τῆς γῆς καὶ τῆς θαλάττης τῆς καθʼ ἡμᾶς ἐγένοντο πάσης ἐγκρατεῖς, ἀλλʼ ἐκ τούτων τῶν βύβλων καὶ τῆς ἐν ταύταις προκατασκευῆς δῆλον ᾖ τοῖς ἐντυγχάνουσιν ὅτι καὶ λίαν εὐλόγοις ἀφορμαῖς χρησάμενοι πρός τε τὴν ἐπίνοιαν ὥρμησαν καὶ πρὸς τὴν συντέλειαν ἐξ