Ancient Greek · ~3 min
1.45.11 to 1.45.14
Polybius, Ἱστορίαι 1.45.11-14
Not analysed yet
οἱ γὰρ ἀρχῆθεν ἐπʼ αὐτῷ τούτῳ παρʼ ἀμφοῖν ταχθέντες, οἱ μὲν ἐπὶ τῷ τρέψασθαι τοὺς ἐπὶ τῶν ἔργων οἱ δʼ ἐπὶ τῷ μὴ προέσθαι ταῦτα, τηλικαύτην ἐποιοῦντο φιλοτιμίαν καὶ σπουδήν, οἱ μὲν ἐξῶσαι σπεύδοντες, οἱ δʼ οὐδαμῶς εἶξαι τούτοις τολμῶντες, ὥστε διὰ τὴν προθυμίαν τέλος ἐν αὐταῖς μένοντες ταῖς ἐξ ἀρχῆς χώραις ἀπέθνησκον. οἵ γε μὴν ἅμα τούτοις ἀναμεμιγμένοι, δᾷδα καὶ στυππίον καὶ πῦρ ἔχοντες, οὕτω τολμηρῶς καὶ πανταχόθεν ἅμα προσπίπτοντες ἐνέβαλλον ταῖς μηχαναῖς ὥστε τοὺς Ῥωμαίους εἰς τὸν ἔσχατον παραγενέσθαι κίνδυνον, μὴ δυναμένους κατακρατῆσαι τῆς τῶν ἐναντίων ἐπιβολῆς. ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς θεωρῶν ἐν μὲν τῷ κινδύνῳ πολλοὺς ἀποθνήσκοντας, οὗ δʼ ἕνεκα ταῦτʼ ἔπραττεν, οὐ δυναμένους κρατῆσαι τῶν ἔργων, ἀνακαλεῖσθαι τοὺς ἑαυτοῦ παρήγγειλε τοῖς σαλπισταῖς. οἱ δὲ Ῥωμαῖοι παρʼ οὐδὲν ἐλθόντες τοῦ πάσας ἀποβαλεῖν τὰς παρασκευάς, τέλος ἐκράτησαν τῶν ἔργων καὶ πάντα διετήρησαν ἀσφαλῶς.