Ancient Greek · ~2 min
1.59.11 to 1.59.12
Polybius, Ἱστορίαι 1.59.11-12
Not analysed yet
ἅμα δὲ προορώμενος τὴν παρουσίαν τοῦ Καρχηδονίων στόλου καὶ μνημονεύων τῆς ἐξ ἀρχῆς προθέσεως ὅτι μόνως δύναται διὰ τοῦ κατὰ θάλατταν κινδύνου κρίσεως τὰ ὅλα τυχεῖν, οὐκ ἀχρεῖον οὐδʼ ἀργὸν εἴα γίνεσθαι τὸν χρόνον, ἀλλʼ ἀνʼ ἑκάστην ἡμέραν ἀναπείρας καὶ μελέτας ποιῶν τοῖς πληρώμασιν οἰκείως τῆς ἐπιβολῆς τῇ τε λοιπῇ τῇ κατὰ τὴν δίαιταν ἐπιμελείᾳ προσκαρτερῶν ἀθλητὰς ἀπετέλεσεν πρὸς τὸ προκείμενον ἐν πάνυ βραχεῖ χρόνῳ τοὺς ναύτας.