Ancient Greek · ~2 min
1.66.10 to 1.66.12
Polybius, Ἱστορίαι 1.66.10-12
Not analysed yet
οἱ δὲ μισθοφόροι συναναχθέντες εἰς τὴν Σίκκαν καὶ διὰ πολλοῦ χρόνου τετευχότες ἀνέσεως καὶ σχολῆς, ὅπερ ἀφυέστατον ὑπάρχει ξενικαῖς δυνάμεσι καὶ σχεδὸν ὡς εἰπεῖν ἀρχηγὸν καὶ μόνον αἴτιον γίνεται στάσεως, διῆγον ἀδεῶς. ἅμα δὲ ῥᾳθυμοῦντες, τινὲς μὲν αὐτῶν ἐξελογίζοντο τὰ προσοφειλόμενα σφίσι τῶν ὀψωνίων ἐπὶ τὸ πλεῖον καὶ συγκεφαλαιούμενοι πολλαπλάσια τῶν καθηκόντων ταῦτʼ ἔφασαν δεῖν ἀπαιτεῖν τοὺς Καρχηδονίους· πάντες δʼ ἀναμιμνησκόμενοι τῶν ἐπαγγελιῶν, ὧν οἱ στρατηγοὶ κατὰ τοὺς ἐπισφαλεῖς τῶν καιρῶν παρακαλοῦντες σφᾶς ἐπεποίηντο, μεγάλας εἶχον ἐλπίδας καὶ μεγάλην προσδοκίαν τῆς ἐσο