Ancient Greek · ~1 min
1.7.12 to 1.7.13
Polybius, Ἱστορίαι 1.7.12-13
Not analysed yet
ὧν ἀναπεμφθέντων εἰς τὴν Ῥώμην, οἱ στρατηγοὶ προαγαγόντες εἰς τὴν ἀγορὰν καὶ μαστιγώσαντες ἅπαντας κατὰ τὸ παρʼ αὐτοῖς ἔθος ἐπελέκισαν, βουλόμενοι διὰ τῆς εἰς ἐκείνους τιμωρίας, καθʼ ὅσον οἷοί τʼ ἦσαν, διορθοῦσθαι παρὰ τοῖς συμμάχοις τὴν αὑτῶν πίστιν. τὴν δὲ χώραν καὶ τὴν πόλιν παραχρῆμα τοῖς Ῥηγίνοις ἀπέδοσαν.