Ancient Greek · ~2 min
1.74.12 to 1.74.14
Polybius, Ἱστορίαι 1.74.12-14
Not analysed yet
ἐκυρίευσαν δὲ τῆς ἀποσκευῆς ἁπάσης καὶ τῆς τῶν πολιορκουμένων παρασκευῆς, ἣν Ἄννων πρὸς τοῖς ἄλλοις ἐκκομίσας ἐκ τῆς πόλεως ἐποίησε τοῖς ἐχθροῖς ὑποχείριον. οὐ μόνον δὲ περὶ τοῦτον τὸν καιρὸν οὕτως ἀνεστράφη νωθρῶς, ἀλλὰ καὶ μετʼ ὀλίγας ἡμέρας περὶ τὴν καλουμένην Γόρζαν ἀντιστρατοπεδευσάντων αὐτῷ τῶν πολεμίων, λαβὼν καιροὺς δὶς μὲν ἐκ παρατάξεως εἰς τὸ νικᾶν δὶς δʼ ἐξ ἐπιθέσεως, ἅτε καὶ στρατοπεδευόντων σύνεγγυς αὐτῷ τῶν ὑπεναντίων, ἀμφοτέρους δοκεῖ τούτους εἰκῇ καὶ παραλόγως προέσθαι.