Ancient Greek · ~2 min
1.82.11 to 1.82.14
Polybius, Ἱστορίαι 1.82.11-14
Not analysed yet
τούτων δὲ συμβαινόντων οἱ μὲν περὶ τὸν Μάθω καὶ Σπένδιον ἐπαρθέντες τοῖς συμβεβηκόσιν πολιορκεῖν ἐνεχείρησαν αὐτὴν τὴν Καρχηδόνα. Βάρκας δὲ παραλαβὼν Ἀννίβαν τὸν στρατηγόν· τοῦτον γὰρ ἐξαπέστειλαν οἱ πολῖται πρὸς τὰς δυνάμεις, ἐπεὶ τὸν Ἄννωνα τὸ στρατόπεδον ἔκρινε δεῖν ἀπαλλάττεσθαι κατὰ τὴν ὑπὸ τῶν Καρχηδονίων αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν περὶ τὰς γενομένας τῶν στρατηγῶν στάσεις πρὸς ἀλλήλους· διόπερ Ἀμίλκας ἔχων τοῦτόν τε καὶ Ναραύαν ἐπῄει τὴν χώραν, διακλείων τὰς χορηγίας τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον, μεγίστην αὐτῷ παρεχομένου χρείαν περί τε ταῦτα καὶ τἄλλα Ναραύα τοῦ Νομάδος. τὰ μὲν οὖν περὶ τὰς ὑπαίθρους δυνάμεις ἐν