Ancient Greek · ~1 min
10.12 to 10.13
Polybius, Ἱστορίαι 10.12-13
Not analysed yet
ὅμως δὲ κατὰ τὴν Ἀντιόχου παρουσίαν ὅ τε ναὸς αὐτὸς ὁ τῆς Αἴνης προσαγορευόμενος ἔτι τοὺς κίονας εἶχε τοὺς πέριξ κεχρυσωμένους, καὶ κεραμίδες ἀργυραῖ καὶ πλείους ἐν αὐτῷ συνετέθειντο, πλίνθοι δὲ χρυσαῖ τινες ὀλίγαι μὲν ἦσαν, ἀργυραῖ δὲ καὶ πλείους ὑπέμενον. ἐκ δὲ πάντων τῶν προειρημένων τὸ χαραχθὲν εἰς τὸ βασιλικὸν ἡθροίσθη νόμισμα μικρῷ λεῖπον τετρακισχιλίων ταλάντων. —