Ancient Greek · ~2 min
10.44.10 to 10.44.13
Polybius, Ἱστορίαι 10.44.10-13
Not analysed yet
εἶτʼ ἐπὰν ἐμπέσῃ τι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων, πυρσὸν ἆραι κελεύει, καὶ μένειν, ἕως ἂν ἀνταίρωσιν οἱ συντεταγμένοι· γενομένων δὲ φανερῶν ἀμφοτέρων ἅμα τῶν πυρσῶν καθελεῖν. εἶτʼ εὐθέως ἀφεῖναι τοὺς αὐλίσκους ῥεῖν. ὅταν δὲ καταβαίνοντος τοῦ φελλοῦ καὶ τῆς βακτηρίας ἔλθῃ τῶν γεγραμμένων ὃ βούλει δηλοῦν κατὰ τὸ χεῖλος τοῦ τεύχους, ἆραι κελεύει τὸν πυρσόν· τοὺς δʼ ἑτέρους ἐπιλαβεῖν εὐθέως τὸν αὐλίσκον, καὶ σκοπεῖν τί κατὰ τὸ χεῖλός ἐστι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων· ἔσται δὲ τοῦτο τὸ δηλούμενον πάντων ἰσοταχῶς παρʼ ἀμφοτέροις κινουμένων.